172
χειροῦται τοὺς τυράννους καὶ ἀποκτέννει τὸν Ἀβδελᾶν, υἱὸν Ζουβέρ, καὶ ∆άδαχον. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Θεόδωρος πάλιν ἔτη γʹ. ιʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐγένετο λιμὸς καὶ θανατικὸν μέγα ἐν Συρίᾳ, καὶ Ἀβιμέλεχ ἐκράτησε τοῦ ἔθνους. τῶν δὲ Μαρδαϊτῶν ἐπιτιθεμένων τοῖς μέρεσι τοῦ Λιβάνου, καὶ τοῦ λοιμοῦ ἐπικρατοῦντος, ὁ αὐτὸς Ἀβιμέλεχ τὴν ἐπὶ Μαυΐου ζητηθεῖσαν εἰρήνην αἰτεῖται ἀποστείλας πρέσβεις πρὸς τὸν βασιλέα, τὰς αὐτὰς τξεʹ χιλιάδας τοῦ χρυσοῦ νομισμάτων συνθέμενος τελεῖν, καὶ τοὺς τξεʹ δούλους, καὶ ὁμοίως εὐγενεῖς ἵππους τξεʹ. ιζʹ. βʹ. βʹ. Τούτῳ τῷ ἔτει ἀνεπάη ὁ εὐσεβὴς βασιλεὺς Κωνσταντῖνος κρατήσας ἔτη ιζʹ, καὶ ἐβασίλευσεν Ἰουστινιανὸς ὁ υἱὸς αὐτοῦ. [̓Ιστέον ὅτι μάτην ληρωδῶς φλυαροῦσί τινες λέγοντες μετὰ τέσσαρα ἔτη γεγονέναι τοὺς παρ' αὐτοῖς φημιζομένους τῆς ἕκτης συνόδου κεφαλαιώδεις τύπους. ὡς γὰρ ἐν πᾶσι ψευδηγοροῦντες ἐλέγχονται, ἀποδείκνυνται καὶ ἐν τούτοις μηδὲν ἀληθὲς λέγοντες. ἡ γὰρ ἀκριβὴς χρονικὴ ἀποσημείωσις τὴν κατὰ τῶν Μονοθελητῶν ἁγίαν οἰκουμενικὴν ἕκτην σύνοδον ἐν τῷ ιβʹ ἔτει τῆς βασιλείας Κωνσταντίνου, ἐκγόνου Ἡρακλείου, γενέσθαι λέγει, ἐν ἔτει ἀπὸ κτίσεως κόσμου ροβʹ. καὶ ὅτι μετὰ τοῦτο ἐβασίλευσεν ὁ αὐτὸς Κωνσταντῖνος ἔτη εʹ, καὶ τελευτήσαντος αὐτοῦ, ἐμονάρχησεν Ἰουστινιανός, ὁ υἱὸς αὐτοῦ, ἔτη ιʹ, ἐκβληθέντος δὲ Ἰουστινιανοῦ ἐκράτησε Λεόντιος ἔτη γʹ, καὶ μετὰ Λεόντιον Τιβέριος ὁ καὶ Ἀψίμαρος ἔτη ζʹ, καὶ πάλιν Ἰουστινιανὸς ὁ ἐκβληθεὶς ἔτη ʹ. ὡς εὑρίσκεσθαι ἐξ αὐτῶν τῶν ἐκδεδομένων τύπων τῷ βʹ ἔτει τῆς ἐσχάτης βασιλείας τοῦ αὐτοῦ ῥινοκοπημένου Ἰουστινιανοῦ ἐκτεθεῖσθαι αὐτοὺς περιέχοντας ἐν τῷ γʹ τύπῳ αὐταῖς λέξεσιν οὕτως· "συνορῶμεν ὥστε τοὺς μὲν δυσὶ 362 γάμοις περιπαρέντας καὶ μέχρι τῆς ιεʹ τοῦ παρελθόντος Ἰαννουαρίου μηνὸς τῆς παρελθούσης δʹ ἰνδικτιῶνος ἔτους ρθʹ δουλωθέντας τῇ ἁμαρτίᾳ καὶ μὴ ἐκνῆψαι αὐτῆς προελομένους καθαιρέσει κανονικῇ ὑποβαλεῖν." καὶ μεθ' ἕτερα· "τοὺς δὲ μετὰ τὴν χειροτονίαν γάμῳ ἑνὶ παρανόμως προσομιλήσαντας, τοῦτ' ἔστι πρεσβυτέρους καὶ διακόνους καὶ ὑποδιακόνους, ἤδη ἐπὶ βραχύν τινα χρόνον εἱρχθέντας τῆς ἱερᾶς λειτουργίας καὶ ἐπιτιμηθέντας αὖθις αὐτοὺς τοῖς οἰκείοις ἀποκαταστῆναι βαθμοῖς, μηδαμῶς ἑτέρῳ μείζονι προκόπτοντας βαθμῷ, προδήλως διαλυθέντος αὐτοῖς τοῦ ἀθέσμου συνοικεσίου." ὥστε ἐξ αὐτῆς τῆς χρονικῆς ἀποσημειώσεως ἀριδήλως φαίνεσθαι συναγόμενα ἀπὸ τῆς ἁγίας οἰκουμενικῆς ἕκτης συνόδου ἕως τῶν ἐκδεδομένων τύπων ἔτη κζʹ, πατριαρχοῦντος ἐν τῇ ἁγίᾳ οἰκουμενικῇ συνόδῳ Κωνσταντινουπόλεως Γεωργίου, ἔτος ἄγοντος τῆς πατριαρχίας γʹ, καὶ μετὰ τὴν σύνοδον πατριαρχήσαντος ἄλλα ἔτη γʹ, μετὰ δὲ τοῦτον Θεοδώρου ἔτη γʹ, καὶ Παύλου ἔτη ζʹ, καὶ Καλλινίκου ἔτη ιβʹ, καὶ Κύρου ἔτη βʹ, ὡς συνάγεσθαι καὶ ἐξ αὐτῶν τῶν πατριαρχῶν ἔτη κζʹ. ἀπὸ δὲ τῶν ἐκδεδομένων τύπων ἕως τοῦ πρώτου ἔτους Φιλιππικοῦ ἔτη εʹ· καὶ ἐν τῷ αὐτῷ πρώτῳ ἔτει τῆς βασιλείας Φιλιππικοῦ γενέσθαι ἐμμανῆ σύνοδον κατὰ τῆς ἁγίας οἰκουμενικῆς ἕκτης συνόδου· καὶ ἐξωσθέντος Κύρου τῷ ʹ ἔτει τῆς πατριαρχίας αὐτοῦ, γενέσθαι Ἰωάννην πατριάρχην Κωνσταντινουπόλεως, Ἀνδρέαν δὲ μητροπολίτην τῆς Κρήτης καὶ Γερμανὸν μητροπολίτην Κυζίκου, ὑπογράψαντας προδήλως καὶ ἀναθεματίσαντας μετὰ πάντων τῶν κατὰ τοὺς αὐτοὺς χρόνους τὴν προρρηθεῖσαν κατὰ τῶν Μονοθελητῶν ἁγίαν οἰκουμενικὴν ʹ σύνοδον· μετὰ δὲ ἔτη γʹ τελευτήσαντος Ἰωάννου, μετατεθῆναι Γερμανὸν ἀπὸ Κυζίκου, καὶ πατριαρχῆσαι Κωνσταντινουπόλεως, καὶ τῷ ιγʹ ἔτει τῆς βασιλείας Λέοντος ἐξορισθῆναι, καὶ γενέσθαι Ἀναστάσιον καὶ πατριαρχῆσαι ἔτη κδʹ· καὶ μετ' αὐτὸν Κωνσταντῖνον ἔτη ιβʹ, καὶ Νικήταν ιδʹ, καὶ Παῦλον εʹ, καὶ Ταράσιον καʹ, καὶ Νικηφόρον ηʹ, καὶ Θεόδοτον ʹ, καὶ Ἀντώνιον ιʹ, καὶ Ἰωάννην τὸν Λεκανόμαντιν ἔτη ʹ καὶ μῆνα αʹ.] 363 Κόσμου ἔτη ροηʹ. Τῆς θείας σαρκώσεως ἔτη χοηʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ιʹ. αʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ.