173
συμπολιορκουμένοις 1.489 ὑμῖν πᾶσι δι' ὅρκων αἵρεσιν προθεῖναι, ἢ μένοντας ἐντὸς τειχῶν πολεμίους αὐτῷ τε εἶναι καὶ τῷ κοινῷ Γεννούας, ἢ ἔξω γενομένους καὶ καταλιπόντας ὑμᾶς, μὴ μόνον παρὰ βασιλέως τυχεῖν συγγνώμης καὶ ἀμνηστίας ὧν ἐξημαρτήκασιν, ἀλλὰ καὶ παρὰ τῷ κοινῷ Γεννούας ἀζημίους εἶναι, βασιλέως τὴν ἄδειαν παρασχομένου. ὅπερ ὅτι πολλοὺς τῶν ὑμῖν συμπολιορκουμένων πείσει ἀποστῆναι, οὐδ' αὐτὸς ἀγνοεῖς. ὅτε τοίνυν ἐξ ἀρχῆς τε οὐ δίκαια ποιοῦντες τὸν πόλεμον κεκινήκατε τουτονὶ, νῦν τε τῶν πραγμάτων ἐναντίως ἢ αὐτοὶ προσεδοκᾶτε χωρησάντων, οὐ μόνον ἀβουλίας καὶ ἀσυνεσίας ὄφλετε κατηγορίαν, ἀλλὰ καὶ ἐν ἐσχάτοις κατέστητε κινδύνοις, ποῦ λυσιτελὲς ἢ σωφρονούντων ὅλως ἀνθρώπων, μὴ μεταβουλεύεσθαι περὶ τῶν κακῶς βεβουλευμένων καὶ σωτηρίαν τινὰ αὐτοῖς ἐκ τῶν ἐνόντων ἐκπορίζειν, ἀλλὰ διὰ φιλονεικίαν καὶ ἀλαζονείαν νοῦν οὐκ ἔχουσαν αὐτούς τε ἀπόλλυσθαι κακῶς καὶ τοῖς οἰκείοις οὐ πενίαν μόνον καὶ ἀποστέρησιν τῶν ὄντων, ἀλλὰ καὶ ἀδοξίαν προστρίβεσθαι διὰ βίου; ἐγὼ δὲ καὶ τούτων ἁπάντων χωρὶς οὐδαμῶς λυσιτελοῦντα τὸν πρὸς βασιλέα πόλεμον ὑμῖν ἀποφανῶ. εἰ γὰρ καὶ μήτε ὅπλοις, μήτε λιμῷ, μήθ' ἑτέρᾳ μηχανῇ τινι παραστήσασθαι δυνησόμεθα ὑμᾶς, οὐδ' οὕτω τὸ πολιορκεῖσθαι λυσιτελήσειεν ἂν ὑμῖν. πρῶτον μὲν γὰρ οὐκ ἐπὶ τῷ διηνεκῶς πολιορκεῖσθαι καὶ ἐνδείᾳ καὶ τοῖς ἄλλοις τοῖς ἐκ τοῦ πολέμου κακοῖς πιέζεσθαι 1.490 Λέσβου κρατῆσαι ὑμῖν ἐπῆλθε τοσαῦτα χρήματα ἀναλωκόσιν, ἀλλ' ἐπὶ τῷ πολλαπλασίω τῶν ἀναλωμένων κτησαμένους, καὶ τῆς νήσου ἔχειν τὴν ἀρχήν. τοῦτο δ' ἐναντίως ἢ αὐτοὶ συμβέβηκε προσδοκᾶτε. τά τε γὰρ χρήματα ἀνάλωνται εἰς τὰς τριήρεις καὶ ἡ νῆσος ὑπὸ βασιλέα αὖθις τελεῖ πλὴν Μιτυλήνης, ἣν δεῖ καὶ Φώκαιαν φρουρεῖν μισθοφόρους τρέφοντας χιλίων οὐκ ἐλάσσους. πόθεν οὖν ποριεῖσθε τὴν τροφὴν αὐτοῖς; οὔτε γὰρ χρήματα εἴχετε ἐν ταῖς ναυσὶν ἃ διαρκέσει πρὸς τὴν πολιορκίαν, οὔτε ἐκ Γεννούας ἐλπὶς ἐλθεῖν. τὰ γὰρ ἐκεῖσε κτήματα ὑμῶν, ἃ παρεῖχε τὰς προσόδους, ὑπὸ βασιλέα ἔσται· αἵ τε ἐκ Φωκαίας προσγινόμεναι πρότερον πρόσοδοι ὑμῖν ἀφῄρηνται διὰ τὸν πόλεμον. ἐμπορία τε γὰρ ἐκλέλοιπε πᾶσα, θαλασσοκρατούντων ἡμῶν, καὶ γεωργίας ἀπείργομεν, οὐδὲ τὸ πυλῶν προβαίνειν ἀκίνδυνον ὂν ὑμῖν. ὥστε πάντοθεν συμβαίνει περιΐστασθαι τὸν κίνδυνον, ἄν τε κρατῆσθε τοῖς ὅπλοις, ἄν τε μή· ὡς οὖν περὶ σωτηρίας ὑμῖν βουλευσομένοις οὐκ ἐν παρέργῳ χρὴ ποιεῖσθαι τὴν βουλὴν, ἀλλὰ μετὰ τῶν φίλων σκεψαμένους τὰ δέοντα ἑλέσθαι.» λαʹ. Τοιαῦτα τοῦ μεγάλου δομεστίκου εἰρηκότος, Ντζιουὰν ἐπιπολὺ μὲν ἦν σιωπῶν, ἐκπεπληγμένος ὅτι δὴ σαφέστατα περὶ τῶν κατ' αὐτοὺς πραγμάτων διειλέχθη. συνεώρα τε ἤδη καὶ αὐτὸς τὸν κίνδυνον ὡς ἐν χρῷ. ἔπειτα ἀνενεγκὼν «ὡς μὲν ἀδικοῦμεν πολέμου ἄρχοντες» ἔφη «οὐδὲ αὐτοὶ δυ 1.491 νάμεθα ἀντειπεῖν. πλὴν ἐλπίδι ἐπαρθέντες τοῦ τε ἐγκρατεῖς γενήσεσθαι τῆς Λέσβου τοῦ τε ἀμυνεῖσθαι βασιλέα ἂν ἐπίῃ, οὐ γὰρ τοσαύτην γε ᾠόμεθα δύναμιν ἀθροίσειν ναυτικὴν, ἠράμεθα· νυνὶ δὲ ἤδη τά τε χρήματα ἀνάλωται ἡμῖν καὶ αὐτοὶ πολιορκούμεθα, οὐκ ἀγαθὰς ἔχοντες ἐλπίδας περὶ τῶν μελλόντων. ἐπεὶ δὲ ὡς ὁρῶ, τοῦ θεοῦ κεκινηκότος, εἰς τοὺς περὶ τούτων προήχθης λόγους, δέομαι ἃ λυσιτελῆ δοκεῖ καὶ δέοντα βουλεύσασθαι περὶ τοῦ μέλλοντος. τὰ γὰρ παρελθόντα οὐκ ἔστιν ἄλλως διαθέσθαι ἢ ὡς ἔτυχε γεγενημένα.» ὁ μέγας δὲ δομέστικος «εἰ μὲν καθ' ἑαυτοὺς αὐτοὶ περὶ τῶν ὑμετέρων» ἔφη «ἐβουλεύεσθε πραγμάτων, οὐδὲν ἂν ἐκώλυεν εἰρήνην ἢ τὸν πόλεμον ἑλέσθαι. ἐπεὶ δὲ ἐμοὶ περὶ τῶν ὑμετέρων ἐπιτρέπετε βουλεύεσθαι πραγμάτων, ἅ μοι δοκῶ ὑμῖν συμφέροντα ἐρῶ. ὑμῖν δὲ ἐξέσται ἢ αἱρεῖσθαι τὰ βεβουλευμένα ἢ διωθεῖσθαι. οἶμαι δὲ οὐδὲ πολλῶν δεήσεσθαι λόγων περὶ τῶν ὑμῖν πείθοντα δοκούντων λυσιτελεῖν. ἃ γὰρ διειλέχθην πρότερον, πολλῶν κακῶν ὑμῖν τὸν πόλεμον αἰτιώτατον γεγενημένον ἀποφαίνων καὶ ἔτι μέλλοντα, τούτοις ἔξεστι κατασκευάζειν ὡς αἱρετέα ἡ εἰρήνη. τὸν τρόπον δὲ ὃν ἂν ὑμῖν μάλιστα λυσιτελήσειεν ὑφηγήσομαι ἐγώ. πρὶν εἰς τοσοῦτον κινδύνου ἥκειν ὥστε