173
αλλος αλλοθεν ἀνεβόων, θεὸν προσαγορεύοντες, εὐμενής τε ειης, ἐπιλέγοντες· εἰ γὰρ καὶ μέχρι νῦν ὡς ανθρωπον ἐφοβήθημεν, ἀλλὰ τοὐντεῦθεν ὁμολογοῦμεν θνητῆς σε φύσεως κρείττονα. οὐκ ἐπέπληξε τούτοις ὁ βασιλεύς, οὐδὲ τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας ουν μετ' ὀλίγον ὁρᾷ τὸν βουβῶνα τὸν ορνιν τῆς ἑαυτοῦ κεφαλῆς υπερθεν, αγγελόν τε κακῶν τοῦτον ἐνενόησε τότε, ὡς ποτὲ τῶν ἀγαθῶν μηνυτήν. καὶ διακάρδιον 2.34 εσχεν ὀδύνην, καὶ τῆς κοιλίας ἀθρόον ἐπιγέγονεν αλγημα. καὶ πρὸς τοὺς φίλους φησίν "ὁ θεὸς ὑμῖν ἐγὼ ηδη καταστρέφω τὸν βίον, καὶ ὁ κληθεὶς ἀθάνατος παρ' ὑμῶν θανεῖν ἐπείγομαι." ταῦτα λέγων τῆς ὀδύνης ἐπιτεινομένης κατεπονεῖτο, καὶ μετὰ σπουδῆς ἀνεκομίσθη πρὸς τὸ βασίλειον. λόγου δὲ γενομένου θνήσκειν αὐτόν, ἡ πληθὺς αὐτίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκου καθεσθεῖσα τῷ πατρίῳ νόμῳ τὸν θεὸν ὑπὲρ τοῦ βασιλέως ἱκέτευε, καὶ πάντες ἐθρήνουν. ἐν ὑψηλῷ δὲ ὁ ̓Αγρίππας κατακείμενος δωματίῳ, καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προσπίπτοντας, οὐδὲ αὐτὸς αδακρυς ην. ἐφ' ἡμέρας δὲ πέντε τῷ τῆς γαστρὸς ἀλγήματι κατεργασθεὶς κατέστρεψε τὴν ζωήν, βιώσας ετη τέσσαρα καὶ πεντήκοντα, βασιλεύσας δ' ἑπτά, ἐπὶ Γαΐου μὲν τέσσαρα, τρία δ' ἐπὶ Κλαυδίου. ἀγνοουμένης γε μὴν ετι τοῖς πλήθεσι τῆς αὐτοῦ τελευτῆς, συμφρονήσαντες ̔Ηρώδης ὁ ἀδελφὸς αὐτοῦ ὁ τῆς Χαλκίδος αρχων καὶ ̔Ελκίας ὁ ιππαρχος, πέμψαντες τὸν Σίλαν ἐχθρὸν αὐτοῖς οντα κατέσφαξαν, ὡς τάχα τοῦ βασιλέως κελεύσαντος. Ουτω μὲν ουν ὁ ̓Αγρίππας ἀπεβίω, υἱὸν ̓Αγρίππαν καταλιπὼν ἐτῶν ἑπτακαίδεκα, τρεῖς δὲ θυγατέρας· ων ἡ μὲν ̔Ηρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο, Βερνίκη δ' ἐκέκλητο, παρθένοι δ' ησαν αἱ δύο Μαριὰμ καὶ ∆ρούσιλλα. γνωσθέντος δὲ τοῦ θανάτου τοῦ βασιλέως, Καισαρεῖς καὶ Σεβαστηνοὶ ἐπιλελησμένοι τῶν αὐτοῦ εὐποιιῶν ἐβλασφήμουν τε εἰς αὐτὸν καὶ τὰ τῶν τοῦ βασιλέως θυγατέρων ἀγάλματα ἁρπάσαντες εἰς τὰ πορνεῖα ἐκόμισαν καὶ ἀφύβριζον εἰς αὐτά, καὶ πανδήμους ἑστιάσεις ἐποίουν 2.35 στεφανούμενοι καὶ μυριζόμενοι καὶ σπένδοντες τῷ Χάροντι. ὁ δὲ τοῦ τεθνεῶτος υἱὸς ̓Αγρίππας ἐν ̔Ρώμῃ τότε διῆγε παρὰ Κλαυδίῳ τρεφόμενος Καίσαρι. ον αὐτίκα πέμπειν ωρμητο τὴν βασιλείαν διαδεξόμενον· ἀπήγαγον δ' αὐτὸν τοῦ σκοποῦ οἱ περὶ αὐτόν, σφαλερὸν ειναι λέγοντες κομιδῇ νέῳ βασιλείας ἐπιτρέπειν μέγεθος τόσον. ἀπέστειλεν ουν Κούσπιον Φάδον τῆς ̓Ιουδαίας καὶ τῆς βασιλείας ἁπάσης ἐπιτροπεύσοντα, ἐντειλάμενος αὐτῷ Καισαρεῦσι καὶ Σεβαστηνοῖς ἐπιπλῆξαι τῆς εἰς τὸν κατοιχόμενον υβρεως. ἀφικόμενος δὲ Φάδος εἰς τὴν ̓Ιουδαίαν, στάσιν τε γενομένην κατέστειλε, καὶ λῃστηρίων τὴν χώραν ἐκάθηρε, καὶ τὴν τοῦ ἀρχιερέως στολὴν εἰς τὴν ̓Αντωνίαν τὸ φρούριον ἀποτεθῆναι προσέταξεν ὡς καὶ πρότερον. οἱ δ' ἱερεῖς καὶ οἱ πρῶτοι τῶν ἐν ̔Ιεροσολύμοις ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δὲ ομως ἐπιτρέψαι αὐτοῖς πρέσβεις πέμψαι πρὸς τὸν Καίσαρα τοὺς αἰτησομένους τὴν ἱερὰν στολὴν παρ' αὐτοῖς ειναι· καὶ ἐπετράπησαν. παραγενομένων δὲ εἰς τὴν ̔Ρώμην τῶν πρέσβεων, ὁ τοῦ ̓Αγρίππου παῖς ὁ νεώτερος ̓Αγρίππας ἐκεῖ διάγων, ὡς ειρηται, παρεκάλεσε τὸν Καίσαρα συγχωρηθῆναι τοῖς ̓Ιουδαίοις εχειν τὴν ἱερὰν στολήν. καὶ ὁ Κλαύδιος συνεχώρησε, καὶ τῷ Φάδῳ περὶ τούτων ἐπέστειλε. καὶ ̔Ηρώδης δὲ ὁ τοῦ ̓Αγρίππου ἀδελφός, τῆς δὲ Χαλκίδος αρχων, ᾐτήσατο παρὰ Καίσαρος τὴν τοῦ νεὼ ἐξουσίαν καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρχιερέων χειροτονίαν. καὶ ετυχε τῆς αἰτήσεως, καὶ ἐξ ἐκείνου πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ ἡ ἐξουσία παρέμεινε μέχρι τῆς τῶν ̔Ιεροσολύμων ἁλώσεως. καὶ δὴ μεθίστησι τῆς ἀρχιερωσύνης τὸν Κανθηρᾶν, ̓Ιωσὴφ ἀντεισαγαγὼν τὸν τοῦ Καμεί. 2.36 ̓Εν τούτῳ τῷ χρόνῳ ἡ τῶν ̓Αδιαβηνῶν βασιλὶς ̔Ελένη καὶ ὁ παῖς αὐτῆς ̓Ιζάτης εἰς τὰ ̓Ιουδαίων τὴνδιαγωγὴν μετέβαλον νόμιμα. Μονόβαζος γὰρ ὁ τῶν ̓Αδιαβηνῶν βασιλεύς, ῳ καὶ Βαζαῖος ἐπίκλησις ην, τῆς ἀδελφῆς ̔Ελένης ἁλοὺς ερωτι, αγεται ταύτην. καί ποτε συγκαθεύδων αὐτῇ ουσῃ ἐγκύμονι τῇ ἐκείνης γαστρὶ τὴν χεῖρα ἐπέθετο. καὶ ὑπνώσας εδοξεν ἀκούειν φωνῆς