173
πατρίδα λέγει. ̓Εν εὐσήμῳ. ἐν ἀγαθῇ, ἐν καλῇ, ἐν φανερᾷ, ἐν μεγάλῃ. ̓Ενέδρα. εγκρυμμα, ἐν ῳ κάθηνται τινὲς, μέχρις αν ελωσιν ους αν ἐπιβουλεύσωσιν. ̓Εν δίκῃ. ἀντὶ τοῦ δικαίως, καὶ μάλα εἰκότως. ̓Ενδυομενία. τὴν μὲν ἐνδυομενίαν απασαν ἐκ τῶν οἰκιῶν ἐξήρπασαν. καὶ τὰ επιπλα. ̓Ενάτη καὶ ενατοσ. δι' ἑνὸς ˉν. καὶ γὰρ ἐκ τοῦ εις ἑνός. ἐννέα δὲ διὰ δύο ˉνˉν. epsilon.723 ̓Εννεάκρουνοσ. κρήνη τὶς ̓Αθήνῃσι Καλιῤῥόη καλουμένη πρώτως. ̓Εννεσία. ἡ συμβουλή. Ενερσισ. συμπλοκή. παρὰ τὸ ειρω τὸ συμπλέκω. ἐνέρσει κρώβυλον ἀναδούμενοι. ̓Ενεργόν. ἐπιτεταμμένον, σύντομον. οἱ δὲ ἐξαναστάντες ἐνεργὸν ἐποιήσαντο τὴν πορείαν καὶ τὴν εφοδον. ̓Ενέργεια. ἡ ἐν λόγοις η ἀθρόα προσβολή. ἐνέργεια ποιά τις κίνησις τῆς οὐσίας. ων δὲ ἡ ἐνέργεια μία, τούτων καὶ ἡ δύναμις πάντως ἡ αὐτή. πᾶσα δὲ ἐνέργεια δυνάμεως ἐστὶν ἀποτέλεσμα. ἡ μὲν ἰδιότης, οιον ἐπιτηδειότης τίς ἐστιν ἐπιθεομένη πάντως τῇ ὑποκειμένῃ φύσει, κᾳν εἰ μὴ εἰς ἐνέργειαν προαχθεῖσα τύχοι. ἡ ἐνέργεια δὲ καὶ αὐτὴ πράξεως οιόν τινος, καὶ τῆς εἰς εργον ἐπιτηδειότητος πρόδηλον ὡς λόγον ἐπέχει. ἐνέργεια ἐστὶ φυσικῆς ἐπιτηδειότητος εἰς τὸ φανερὸν πρόοδος. ̓Ενέργεια. εστι κίνησις δραστική. κίνησις δέ ἐστιν ἐνάλλαξις τοῦ προτέρου. ἀρχὴ γὰρ κινήσεως ἠρεμία. καὶ πάλιν κίνησις ἐστὶν ἐντελέχεια τοῦ δυνάμει κινουμένου. ἐνέργεια φυσικὴ ἐστὶν ἡ ποιὰ τοῦ ὑποκειμένου κίνησις. ἐνέργεια ἡ κατὰ τὸ πρόχειρον, ἐστὶ φυσικῆς δυνάμεως ἀποτέλεσμα. ἐνέργεια ὁμοίως αϋλος δύναμις. ἐνέργεια ὁμοίως ἡ ενυλος δύναμις. ἐνεργητικόν ἐστι τὸ δύναμιν εχον ἐκπληρῶσαι τὸ πρᾶγμα. ἐνέργειαι πάλιν ἐπείσακτοι αἱ μόνιμοι ουσαι, ειτε φυσικαὶ ειτε ψυχικαὶ ωσι. φυσικὴ μὲν, ὡς ἡ θερμότης ἐν τοῖς θερμαινομένοις σώμασι· ψυχικὴ δὲ, ὡς ἡ ἐπιστήμη. κατὰ τὸν τρίτον τρόπον, ονπερ ουπω μὲν ἐπιτηδειότητι πρὸς τὸ δέξασθαι, οπερ ην τὸ πρῶτον τοῦ σημαινομένου τῇ δυνάμει. κατὰ τὸν τέταρτον δὲ τρόπον epsilon.724 ἡ φυσικὴ ποιότης ηγουν φυσικὴ εξις, τῶν ἀντικειμένων ἀντίθεσις ηγουν τῆς δυνάμεως, ειτε τῆς ποιητικῆς η τῆς παθητικῆς. διάθεσις δέ ἐστιν ἡ κατὰ συμβεβηκὸς τοιάδε ἑκάστου ποιότης. ἐνέργεια ἰδιώματος ἐστὶν ὁ τοῦ γράμματος σχηματισμός. ο οὐκ ἐνέργεια καθαρῶς, ἀλλ' ἐνέργημα καὶ ἐστὶ καὶ γνωρίζεται. ̓Ενεργείασ θεοῦ ιδιον τὸ μὴ μόνον ἐπέκεινα παντὸς ειναι νοῦ τε καὶ λόγου καὶ χρόνου καὶ τόπου καὶ παντὸς αἰῶνος, ἀλλὰ καὶ πάσης οὐσίας καὶ κτήσεως. ̓Ενέργεια φυσική ἐστιν οὐσιώδης καὶ συστατικὴ ποιότης. ης τὸ ἐστερημένον καὶ πάσης οὐσίας ἐστέρηται. ̓Ενέργεια ψυχῆς λογικῆς ἐστιν οἰκεία τοῦ νοῦ διάνοιά τε καὶ κίνησις. ἐνέργεια λογική ἐστιν ἡ δηλωτικὴ ἑκάστης οὐσίας δύναμις. ἐνέργεια φυσική ἐστιν ἡ πάσης οὐσίας εμφυτος κίνησις. ἐνέργεια φυσικὴ τῆς ἀνθρωπίνης φύσεως ἐστὶν ἡ κατ' οὐσίαν αὐτῆς μετὰ αἰσθήσεως καὶ νοῦ ζωτικὴ καὶ αὐθαίρετος κίνησις. ἐνέργειά ἐστιν ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ης χωρὶς ουτε ἐστὶν ουτε γινώσκεται φύσις αἰσθητικῶν· αισθησις, καθ' ην αυται τὲ τῶν ἐκτὸς ἐφάπτονται φυσικῶς καὶ τοῖς ἐκτὸς ὑποπίπτουσι· πτηνῶν πτῆσις· νηκτῶν νῆξις· ἑρπιστικῶν ερψις· βαδιστικῶν βάδισις. καὶ περιληπτικῶς εἰπεῖν, τὸ σημαντικὸν ἑκάστης ἰδίωμα φύσεως. ἐνέργεια τῆς νοερᾶς ψυχῆς ἐστι κατὰ φύσιν αυτη ἡ αὐτοκίνητος καὶ πρώτη δύναμις· ηγουν αὐτοκίνητος λόγος φυσικῶς αὐτῇ πηγαζόμενος. ἐνέργειαν λέγομεν φυσικὴν, ης μόνον ἐστέρηται τὸ μὴ ον. τὸ γὰρ οὐσίας τινὸς μετέχον καὶ τῆς δηλούσης αὐτὴν μεθέξει πάντως δυνάμεως. ορους γὰρ τῶν οὐσιῶν καὶ epsilon.725 τὰς φυσικὰς αὐτῶν ἐνεργείας ὁ ἀληθὴς ἐπίσταται λόγος. οὐδὲν τῶν οντων, ειτε νοερόν ἐστιν, ἀφαιρεῖται θελητικῆς δυνάμεως καὶ ἐνεργείας· ειτε αἰσθητικὸν, τῆς αἰσθητικῆς ἐνεργείας· ειτε φυσικὸν, αὐξητικῆς καὶ θρεπτικῆς ἐνεργείας· ειτε παντελῶς αψυχον καὶ πάσης αμοιρον ζωῆς, τῆς καθ' εξιν λεγομένης ἐνεργείας καὶ ἐπιτηδειότητος· ὡς δηλοῦσι πάντα τὰ ουτως οντα, ἀντιληπτικὰ τυγχάνοντα ταῖς τῶν αἰσθητῶν αἰσθήσεσιν· ἐνέργεια γὰρ τῶν τοιούτων τὸ ἐπιπεσεῖν πάντως ὁράσει διὰ τῆς ἰδίας ἐπιφανείας· ἀκοῇ διὰ κτύπου· ὀσφρήσει δι' ἀτμοῦ τινὸς προσφυοῦς·