173
προσάγαγε δὲ αὐτὸ τῷ ἡγουμένῳ σου· εἰ προσδέξεται ἢ λήψεται πρόσωπόν σου, λέγει Κύριος ὁ παντοκράτωρ;» «Ἐπικατάρατος ὃς ἦν δυνατὸς, καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν, καὶ ἡ εὐχὴ αὐτοῦ ἐν αὐτῷ, καὶ θύει διεφθαρμένα τῷ Κυρίῳ.»
ΤΙΤΛ. Γʹ. -Περὶ θείων λογίων· καὶ ὅτι χρὴ ἀκροᾶσθαι αὐτῶν, καὶ διὰ μελέτης
ἔχειν αὐτά. «Θήσετε τὰ ῥήματα ταῦτα ἐπὶ τὰς καρδίας ὑμῶν, καὶ εἰς τὴν ψυχὴν ὑμῶν, καὶ
ἐφάψατε αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν. Καὶ διδάξατε αὐτὰ τὰ τέκνα ὑμῶν λαλεῖν ἐν αὐτοῖς καθημένους ἐν οἴκῳ, καὶ πορευομένους ἐν ὁδῷ, καὶ καθεύδοντας, καὶ διανισταμένους· καὶ γράψεις αὐτὰ ἐπὶ τῶν φλιῶν τοῦ οἴκου σου καὶ τῶν πυλῶν σου, ἵνα πληθυνθῶσιν αἱ ἡμέραι ὑμῶν, καὶ αἱ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς.» «Τὰ λόγια Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμον τῇ γῇ,» καὶ τὰ λοιπά. «Τὰ λόγια Κυρίου πεπυρωμένα.» «Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστὴ, σοφίζουσα νήπια.» «Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐν παντὶ πλούτῳ. Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου! Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς εὑρίσκων σκῦλα πολλά. Λύχνος τοῖς ποσί μου ὁ νόμος, καὶ φῶς ταῖς τρίβοις μου.» «Λύχνος ἐντολὴ νόμου, καὶ φῶς. Τὸ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς.» «Σοφὸς καρδίᾳ δέξεται ἐντολάς.» «Πάντες λόγοι Θεοῦ πεπυρωμένοι.» «Πᾶσαν διήγησιν Θεοῦ θέλε ἀκροᾶσθαι, καὶ παροιμίαι συνέσεως μὴ ἐκφυγέτωσάν σε.» -»∆ιανοοῦ ἐν τοῖς προστάγμασι Κυρίου, καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός.» «Πᾶσα διήγησίς σου ἐν νόμῳ Ὑψίστου.» «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε πρός με ἐλθεῖν, ἵνα ζωὴν αἰώνιον ἔχητε.» «Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμὸν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐκ δικαιοσύνης, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἐξηρτισμένος.» Λόγου πνευματικοῦ βρύοντος ἐν Ἐκκλησίᾳ, καὶ καρδίας εὐσεβοῦς ἐκ τῶν χαρισμάτων τοῦ Πνεύματος πηγαζούσης, δέχου μετ' εὐφροσύνης τὰ λεγόμενα. 96.13 καὶ εὐχαρίστως τὸν ἐκ τῆς ὠφελείας καρπὸν τρύγησον. Οὐδεὶς γὰρ ἡλίου λάμψαντος ἐπικαλύπτει ὄψεις. Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, διὰ τοῦτο συγγραφεῖσα παρὰ τοῦ Πνεύματος, ἵνα ὥσπερ ἐν κοινῷ τῶν ψυχῶν ἰατρείῳ πάντες ἄνθρωποι τὸ ἴαμα τοῦ οἰκείου πάθους ἕκαστος ἐκλεγώμεθα· ἴαμα γὰρ, φησὶ, καταπαύσει ἁμαρτίας μεγάλας· καὶ ἁπαξαπλῶς κοινὸν ταμεῖόν ἐστιν ἀγαθῶν διδαγμάτων, τὸ ἑκάστῳ πρόσφορον κατὰ τὴν ἐπιμέλειαν ἐξευρίσκουσα. Τά τε γὰρ παλαιὰ τραύματα τῶν ψυχῶν ἐξιᾶται, καὶ τῷ νεοτρώτῳ ταχεῖαν ἐπανάγει τὴν ἐπανόρθωσιν, καὶ τὸ ἀκέραιον διασώζει· καὶ ὅλως ἐξαίρει τὰ πάθη, ὅσον οἷόν τε, τὰ ποικίλως ταῖς ψυχαῖς τῷ βίῳ τῶν ἀνθρώπων ἐνδυναστεύοντα. Τί οὖν οὐκ ἂν μάθοις ἐντεῦθεν; οὐ τῆς ἀνδρείας τὸ μεγαλοπρεπές; οὐ τῆς δικαιοσύνης τὸ ἀκριβές; οὐ σωφροσύνης τὸ σεμνόν; οὐ τὸ τῆς φρονήσεως τέλειον; οὐχὶ μετανοίας τρόπον; οὐχ ὑπομονῆς μέτρα; οὐχ ὅ τι ἂν εἴπῃς τῶν ἀγαθῶν; Ἐνταῦθα ἔνι θεολογία τελεία, πρόῤῥησις τῆς διὰ σαρκὸς ἐπιδημίας τοῦ Χριστοῦ, ἀπειλὴ κρίσεως, ἀναστάσεως ἐλπὶς, φόβος κολάσεων, ἐπαγγελίαι δόξης, μυστηρίων ἀποκάλυψις· πάντα ὥσπερ ἐν μεγάλῳ τινὶ καὶ κοινῷ ταμείῳ τῇ θείᾳ Γραφῇ τεθησαύρισται. Τῆς αὐτῆς δυνάμεως δεῖται προφητεύουσί τε καὶ ἀκροωμένοις προφητῶν, καὶ οὐκ ἂν ἀκούσῃ προφήτου, ὅτῳ μὴ αὐτῷ προφητεῦσαν Πνεῦμα τὴν σύνεσιν τῶν αὐτοῦ λόγων ἐδωρήσατο. Ἀκόρεστος ἡ γλυκύτης τῶν πνευματικῶν ῥημάτων. -Εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς, ἢ φίλου, ἢ συγγενοῦς, νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα, καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου. Πολλῷ μᾶλλον ἡμεῖς διὰ τῶν θείων Γραφῶν τῆς τῶν ἁγίων παρουσίας ἀπολαύομεν,