χρήματα πέμπειν πρὸς παραμυθίαν τῶν δεομένων. Καλλιοπίῳ γοῦν πρεσβυτέρῳ τῆς Νικαέων ἐκκλησίας τριακοσίους ἀποστείλας χρυσίνους τάδε ἐπέστειλεν· Καλλιοπίῳ Ἀττικὸς ἐν Κυρίῳ χαίρειν. Ἔμαθον μυρίους ἐν τῇ πόλει πεινῶντας δεῖσθαι τοῦ παρὰ τῶν εὐσεβούντων ἐλέου· μυρίους δὲ λέγω τὸ πλῆθος, οὐ τὸν ἀκριβῆ δηλῶν ἀριθμόν. Ἐπεὶ τοίνυν αὐτὸς μὲν ἔχω λαβὼν ἀριθμὸν παρὰ τοῦ δαψιλεῖ τῇ χειρὶ διδόντος τοῖς οἰκονομοῦσι καλῶς, συμβαίνει δέ τινας ἀπορεῖσθαι δοκιμασίας χάριν τῶν ἐχόντων μὲν, μὴ παρεχόντων δὲ τούτοις, λαβὼν, ὦ φίλη μοι κεφαλὴ, τούτους τοὺς τριακοσίους χρυσίνους, ἀνάλωσον ὅπως ἂν θελήσῃς. Βουλήσῃ δέ που πάντως τοῖς αἰσχυνομένοις τὴν αἴτησιν, ἀλλ' οὐχὶ τοῖς ἐμπορίαν διὰ βίου τὴν γαστέρα προτεθεικόσι. ∆ιδοὺς τοίνυν μηδὲ θρησκείαν λογίσῃ κατὰ τοῦτο τὸ μέρος, ἑνὸς καὶ μόνου γενόμενος, τοῦ τρέφειν τοὺς πεινῶντας, ἀλλὰ μὴ λογιστεύειν τοὺς τὸν ἡμέτερον τρόπον μὴ φρονοῦντας. Οὕτω μὲν δὴ τῶν δεομένων καὶ πόρρωθεν ὄντων ἐφρόντιζεν· οὐ μὴν ἀλλὰ καὶ τὰς δεισιδαιμονίας τινῶν ἐκκόπτειν ἐσπούδαζεν. Πυθόμενος γοῦν ποτὲ τοὺς διὰ τὸ Ἰουδαϊκὸν Πάσχα Ναυατιανῶν χωρισθέντας, τὸ σῶμα τοῦ Σαββατίου ἐκ τῆς Ῥόδου μετακομίσαντας, -ἐν αὐτῇ γὰρ τῇ νήσῳ περιορισθεὶς ἐτελεύτησε, -καὶ θάψαντας, ἐπὶ τῷ τάφῳ εὔχεσθαι, πέμψας διὰ τῆς νυκτὸς εἰς ἕτερον τάφον τὸ τοῦ Σαββατίου σῶμα κρυβῆναι ἐκέλευσεν· οἱ δὲ συνήθως ἐλθόντες, καὶ ἀνορωρυγμένον τὸν τάφον εὑρόντες, τοῦ λοιποῦ σέβειν τὸν τάφον ἐπαύσαντο. Ἦν δὲ καὶ περὶ τὴν θέσιν τῶν ὀνομάτων φιλόκαλος· ἐπίνειον γοῦν ἐπὶ τῷ στόματι τοῦ Εὐξείνου Πόντου κείμενον, ἐξ ἀρχαίου τε «Φαρμακέα» καλούμενον, «Θεραπείας» ὠνόμασεν, ἵνα μὴ τὰς συνάξεις ἐκεῖ ποιούμενος δυσφήμῳ ὀνόματι ὀνομάζῃ τὸν τόπον. Καὶ ἄλλο δὲ προάστειον τῆς Κωνσταντινουπόλεως «Ἀργυρόπολιν» ὠνόμασεν ἐξ αἰτίας τοιαύτης. Χρυσόπολις ἐπίνειον ἀρχαῖον ἐστὶν, ὃ κεῖται μὲν ἐν ἀρχῇ τοῦ Βοσπόρου· μέμνηνται δὲ αὐτοῦ πολλοὶ τῶν παλαιῶν συγγραφέων, καὶ Στράβων τε καὶ ὁ ∆αμασκηνὸς Νικόλαος, καὶ ὁ ἐν λόγοις τε θαυμαστὸς Ξενοφῶν ἔν τε τῇ ἕκτῃ τῆς Κύρου Ἀναβάσεως καὶ ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν φησὶ περὶ αὐτῆς, ὅτι «Ἀλκιβιάδης ἀποτειχίσας αὐτὴν δεκατευτήριον ἐν αὐτῇ κατέστησε· τὰς γὰρ δεκάτας οἱ ἀπὸ τοῦ Πόντου πλέοντες ἐν αὐτῇ παρεῖχον.» Κατιδὼν οὖν ὁ Ἀττικὸς τὸν καταντικρὺ Χρυσοπόλεως τόπον εὐτερπῆ τυγχάνοντα, «πρέπειν» ἔφη «τοῦτον Ἀργυρόπολιν ὀνομάζεσθαι,» καὶ ῥηθεὶς ὁ λόγος εὐθὺς τὴν ἐπωνυμίαν ἐκράτυνεν. Τινῶν δὲ λεγόντων πρὸς αὐτὸν, μὴ ὀφείλειν Ναυατιανοὺς ἔνδον συνάγειν τῶν πόλεων, «Οὐκ οἴδατε,» εἶπεν, «ὅσα ἡμῖν διωκομένοις ἐπὶ Κωνσταντίου καὶ Οὐάλεντος συμπεπόνθασιν; ἄλλως τε,» ἔφη, «καὶ μάρτυρες τῆς πίστεως ἡμῶν καθεστήκασι· πάλαι γὰρ τῆς ἐκκλησίας χωρισθέντες, οὐδὲν περὶ τὴν πίστιν ἐκαινοτόμησαν.» Ἐν Νικαίᾳ δέ ποτε διὰ χειροτονίαν ἐπισκόπου γενόμενος, Ἀσκληπιάδην τε τὸν ἐκεῖ Ναυατιανῶν ἐπίσκοπον γηραιὸν ὄντα ἰδὼν ἠρώτησε, «Πόσους ἐνιαυτοὺς ἐπίσκοπος ὢν τυγχάνεις;» τοῦ δὲ «πεντήκοντα» εἰπόντος, «Εὐδαίμων,» ἔφη, «τυγχάνεις, ὦ ἄνθρωπε, τοσούτου χρόνου "καλοῦ ἔργου" ἐπιμελούμενος.» Πρὸς δὲ τὸν αὐτὸν Ἀσκληπιάδην, «Ἐγὼ,» ἔφη, «τὸν μὲν Ναύατον ἐπαινῶ· τοὺς Ναυατιανοὺς δὲ οὐκ ἀποδέχομαι.» Ξενοφωνηθεὶς δὲ ὁ Ἀσκληπιάδης, «Πῶς τοῦτο,» ἔφη, «λέγεις, ἐπίσκοπε;» «Ἐκεῖνον μὲν,» ἔφη ὁ Ἀττικὸς, «ἐπαινῶ, ὅτι τοῖς ἐπιθύσασι κοινωνῆσαι οὐχ εἵλετο· τοῦτο γὰρ ἂν καὶ αὐτὸς ἐγὼ ἐποίησα· τοὺς δὲ Ναυατιανοὺς οὐκ ἐπαινῶ, ὅτι περὶ εὐτελῶν πταισμάτων τῆς κοινωνίας τοὺς λαϊκοὺς ἀποκλείουσι.» Πρὸς ταῦτα ὁ Ἀσκληπιάδης, «Ἐκτὸς,» ἔφη, «τοῦ ἐπιθῦσαι, καὶ ἄλλαι πολλαὶ κατὰ τὰς γραφὰς εἰσὶν "ἁμαρτίαι πρὸς θάνατον," δι' ἃς ὑμεῖς μὲν τοὺς κληρικοὺς, ἡμεῖς δὲ καὶ τοὺς λαϊκοὺς ἀποκλείομεν, Θεῷ μόνῳ τὴν συγχώρησιν αὐτῶν ἐπιτρέποντες.» Προέγνω δὲ Ἀττικὸς καὶ τὴν ἑαυτοῦ τελευτήν· ἀναχωρῶν γοῦν τῆς Νικαίας πρὸς Καλλιόπιον τὸν ἐκεῖ πρεσβύτερον, «Σπεῦδε,» ἔφη, «πρὸ φθινοπώρου ἐπὶ τὴν Κωνσταντινούπολιν, εἰ βούλει με αὖθις ζῶντα θεάσασθαι· εἰ