173
οὔτε ἀπὸ ἐρήμων ὀρέων. Ὅτι ὁ Θεὸς κριτής ἐστιν." Ἐξόδους τὰς ἀνατολὰς εἴρηκεν· οὕτω δὲ καὶ ἡ πέμπτη ἔκδοσις· ἔρημα δὲ ὄρη, τὰ βόρεια καὶ τὰ νότια τμήματα. Ταῦτα γὰρ δι' ἄκραν ψυχρότητα καὶ θερμότητα ἀοίκητα μεμένηκε παντελῶς. ∆ιδάσκει τοίνυν, ὅτι τῶν ἀδυνάτων ἐστὶ τοῦ Θεοῦ τὴν κρίσιν διαφυγεῖν. Κἂν γὰρ τὰ ἑῷα καταλάβῃ, κἂν τὰ ἑσπέ ρια, κἂν εἰς τὰ νότια, κἂν εἰς τὰ βόρεια πειραθῇ διαδράναι, τῇ θείᾳ ὑπόκειται ψήφῳ. Εἶτα διδάσκει τὰς τοῦ βίου μεταβολὰς, γνώμῃ Θεοῦ γινομένας. "Τοῦτον ταπεινοῖ, καὶ τοῦτον ὑψοῖ. [θʹ] Ὅτι πο τήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο." Περὶ δὲ τοῦ ποτηρίου καὶ ἡ τοῦ θεσπεσίου Ἱερεμίου προφητεία διδάσκει. Κελεύεται γὰρ ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ τοῦτο λαβεῖν, καὶ ποτίσαι τὴν Ἱερουσα λὴμ, καὶ τοὺς ἄρχοντας, καὶ τὰ ὅμορα ἔθνη. Οἶνον δὲ τὴν τιμωρίαν καλεῖ, ὡς τῇ μέθῃ παραπλησίως ἀφαιρουμένην τὴν δύναμιν, καὶ τὰς τῶν μορίων διαλύουσαν ἁρμονίας. Λέγει τοίνυν ὁ προφητικὸς λόγος, ὅτι ποτὲ μὲν ἡμῖν, ποτὲ δὲ ἐκείνοις ὁ δίκαιος κριτὴς προσφέρει τὴν τιμωρίαν· καὶ νῦν μὲν τοῦ τον ὑψοῖ, ἐκεῖνον δὲ ταπεινοῖ, καὶ πάλιν τὸ ὕψος μετατίθησιν εἰς ἑτέρους, καὶ συμφορὰς ἐναλλάττει, καὶ εὐημερίας μεταβάλλει. Ταῦτα δὲ οὐχ ἁπλῶς οἱ ἐν Βαβυλῶνι δορυάλωτοι ἐδιδάσκοντο λέγειν, ἀλλὰ 80.1472 προπαιδευόμενοι καὶ τὴν Βαβυλωνίων δουλείαν, καὶ τὴν οἰκείαν ἐλευθερίαν. Οὐκ εἰς μακρὰν γὰρ ὁ Κῦρος ἐκείνων μὲν τὴν δύναμιν κατέλυσε, τούτοις δὲ τὴν προτέραν ἐλευθερίαν ἀπέδωκε. "Πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη· πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς." Τὴν χαλεπωτέραν τιμωρίαν τρυγίαν ἐκάλεσεν. Ἐγὼ μὲν, φησὶ, τὸ διειδέστε ρον ἔπιον, τοῦτ' ἔστιν, ἐλάττοσιν ὑπεβλήθην κακοῖς· αὐτὴν δὲ τὴν ὑποσταθμὴν Βαβυλώνιοι πίονται, ἀντὶ τοῦ, χαλεπώτερα ὧν εἰργάσαντο πείσονται· ἐγὼ μὲν γὰρ ἑβδομήκοντα ἔτη δουλεύσας τῆς ἐπανόδου τετύχηκα, ἐκεῖνοι δὲ διηνεκεῖ δουλείᾳ παραδοθή σονται. ιʹ. "Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ." Ὥσπερ γὰρ ἡμῶν πιόντων ἐκεῖνοι τοῖς ἡμετέροις κακοῖς ἐπετώθαζον· οὕτως ἡμεῖς τὴν ἐκείνων τιμωρίαν ὁρῶντες, τῷ Θεῷ τὴν ὑμνῳδίαν προσοίσομεν· οὐκ ἐκείνοις ἐπεμβαίνοντες, ἀλλ' εὐγνώμονες περὶ τὰς εὐεργεσίας γενόμενοι. ιαʹ. "Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συν θλάσω, καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου." ∆ιὰ τούτων δὲ τῶν λόγων προεδιδάχθησαν, ὡς καὶ τοὺς ἐπιστρατεύσαντας αὐτοῖς μετὰ τὴν ἐπάνοδον καταλύσουσι πολεμίους. ∆ιά τοι τοῦτο καὶ "πάντα εἶπε τὰ κέρατα τῶν ἁμαρτωλῶν," ἐπειδὴ ἐκ διαφόρων συλλεγέντες τῶν ἐθνῶν, τὸν κατ' αὐτῶν ἀνεδέξαντο πόλεμον. Μέμνηται δὲ τούτων καὶ ἡ τοῦ Ἰεζεκιὴλ προφητεία, καὶ μέντοι καὶ ἡ τοῦ Μι χαίου, καὶ ἡ τοῦ Ζαχαρίου· ὧν καταλυθέντων λαμ προὶ ἐγένοντο καὶ περίβλεπτοι, ἅτε δὴ τοιαύτην κατορθώσαντες νίκην. Κέρας δὲ δικαίου τὸ εὐσεβὲς ἐκάλεσε φρόνημα. Εἰ δέ τις τὸν Ζοροβάβελ νοῆσαι βουληθείη, τὸν ἐνταῦθα καλούμενον δίκαιον, ᾧ χρη σάμενος ὁ Θεὸς ὑπουργῷ τὴν νίκην ἐκείνην εἰργά σατο, τῆς ἀληθείας οὐχ ἁμαρτήσεται.
ΕΡΜΗΝ. ΤΟΥ ΟΕʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ἐν ὕμνοις, ψαλμὸς τῷ Ἀσὰφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον." Τὴν
τοῦ Ἀσσυρίου προσθήκην οὐχ εὗρον ἐν τῷ Ἑξαπλῷ, ἀλλ' ἐν ἐνίοις ἀντιγράφοις. Ταύτην μέντοι ἔχει τὴν ὑπόθεσιν ὁ ψαλμός· τὰ γὰρ κατὰ τὸν Σενναχηρεὶμ προθεσπίζει, καὶ τὴν ἐπενεχθεῖσαν τῇ στρατιᾷ τι μωρίαν. βʹ. "Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ." Ἐν μιᾷ γὰρ νυκτὶ τῶν τοσούτων μυριάδων δι' ἀγγέλου τὴν θανατηφόρον 80.1473 δεξαμένων πληγὴν, δῆλος ἐγένετο πᾶσιν ὁ τῶν ὅλων Θεὸς, ἄγαν τοῦ Ἰσραὴλ προμηθούμενος, καὶ ἐν τῇ Ἰουδαίᾳ τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν. γʹ. "Καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών." Τοῦ γὰρ πλήθους ἀναιρεθέντος, οἱ ὑπολειφθέντες διέδρασαν, ἄγγελοι τῆς θείας γεγενημένοι δυνάμεως. Τούτου χάριν σὺν τοῖς ἄλλοις