173
δικαιοσύνης ἐν ἡμέρᾳ τῆς δικαίας τοῦ Κυρίου ἀνταποδόσεως. δέδιας, ὦ πάτερ, τοὺς οἴκοθεν καὶ ἀοράτους ἐχθροὺς παρὰ τοὺς ὁρωμένους, καὶ οὐκ ἀπεικότως, ἀλλ' ὡς ἔμφρων, ἀλλ' ὡς ἐμπειροπόλεμος, ἀλλ' ὡς ἀσφαλής· τούτους κἀγὼ ὁ τάλας πτοοῦμαι καὶ δέδοικα, ὅτι ὁμοῦ τὸ ἀναπνεῖν καὶ ἡ βολὶς πυρπολουμένη, οὔτε καθεύδοντί μοι ἀργοῦσα διὰ τῶν ἰνδαλμάτων, μὴ ὅτι γρηγοροῦντι. ἀλλ' εἷς ἐπαρωγός, ὁ τοῦ θεοῦ φόβος· οὗ γὰρ οὗτος γρηγορεῖ, ἐκεῖ κοιμᾶται τὰ πάθη. ∆έομαί σου οὖν τῆς ὁσιότητος ἐπαμῦναί μοι ταῖς προσευχαῖς ἀδιαλείπτως περισῴζεσθαι ἀνώτερον τῆς παγίδος τοῦ ἐχθροῦ· πρὸς γὰρ τὸ ἡμᾶς τοὺς ἀναξίους ἕλκεσθαι εἰς μνήμην σου πρὸς ἕκαστα τί δεῖ καὶ λέγειν, εἰ μὴ ὅτι καὶ πρὸ τῆς οἰκείας σωτηρίας τὴν σὴν ἐξαιτούμεθα ἐν Κυρίῳ συντετριμμένῃ καρδίᾳ εὐδοκίμησιν καὶ διάσωσιν ἐν πᾶσιν. προσαγορεύουσιν οἱ σὺν ἐμοὶ ἀδελφοὶ μετ' αἰδοῦς τὴν ἱεράν σου κορυφήν. πλεῖστα ἀσπάζομαι τοὺς ἀδελφούς, μάλιστα τὸν καλὸν Ἀθανάσιον, ἔργῳ καὶ λόγῳ συμπεπονθέναι σοι ἐν Κυρίῳ θερμῶς προαιρούμενον. 266 {1Ἄνθῳ τέκνῳ}1 Τὸ μικρὸν ἐπιστολίδιόν σου, τέκνον ἠγαπημένον, μέγιστόν μοι εἰς ἀποδοχῆς λόγον· ἀρκεῖ γάρ μοι τὸ σημαίνειν σε ὅτι ζῇς καὶ ὑγιαίνεις, ὑπηρετῶν τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ καὶ πατρί. ἔτι οὖν ἔρρωσο, φίλτατον τέκνον, καὶ σώματι καὶ πνεύματι, ἵνα ἀκούων χαίρω ὁ ταπεινός. προσεύχου ἀνεπιλήστως τὴν σωτηρίαν μου ὡς υἱὸς ἀγαπητός, ὡς ἄνθος ἀρετῶν, ὡς ἠγαπηκὼς ἀπ' ἀρχῆς τὴν ἁγνείαν. σωθείης. 267 {1Ἰγνατίῳ ἐπισκόπῳ Μιλήτου}1 Παρὰ τὸ μὴ εἰδέναι με ἀκριβῶς τὸν τῆς ἐξορίας τόπον τῆς πατρικῆς σου ἁγιωσύνης οὐκ ἠξιώθην ἐπιστεῖλαι μέχρι τοῦ παρόντος, καίτοι ἐπιθυμίαν ἔχων καὶ εἰς αὐτὸ τοῦτο ἀσχάλλων τῷ πνεύματι· ἄρτι δέ πως ἐληλυθότος ∆ιονυσίου τοῦ ἀδελφοῦ ἡμῶν ἐκ τῶν αὐτόθι καὶ ἀναγγείλαντος ἡμῖν ὅτι καὶ ἑώρακέν σου τὴν ὁσιότητα καὶ προσηγορίαν αὐτῆς ἔσχεν ἐν τῇ καθ' ἡμᾶς οὐθενότητι, τίς τε καὶ οἷος ὁ χῶρος αὐτὴν ὁ κατέχων, καὶ χαρᾷ ἐχάρημεν οἱ ταπεινοὶ καὶ εὐθύμως τὴν ἐπιστολὴν ἐχαράξαμεν. Ἡμεῖς γάρ, ὦ τιμιώτατε, ἔκπαλαι κάτοχοι τῆς ἀγάπης σού ἐσμεν καὶ σέβομεν οὐ μόνον ὡς γνώριμον καὶ ὁμόσχημον, ἀλλὰ γὰρ καὶ ὡς ὁμολογητὴν τοῦ Χριστοῦ, ὑπὲρ οὗ καὶ δι' ὃν ὁ διωγμὸς καὶ ὑπερορισμός, ἀλλὰ χάρις Κυρίῳ τῷ γνωρίσαντί σε ἐν τῷ νῦν καιρῷ στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας, μὴ κατασεισθέντα ὑπὸ τῶν προσβολῶν τῶν ὑπεναντίων, ἀλλὰ διασῴζοντα τὸ τῆς εὐσεβείας μυστή ριον ἐν τῇ κραταιότητι τοῦ Ἁγίου Πνεύματος ἀκαπήλευτον· πάντως γὰρ ἔγνως ὅσοι καὶ πηλίκοι οἱ κατὰ τὰς ἁμαρτίας μου ὠλισθηκότες· ἐφ' οὓς τίς οὐ στενάξειεν δάκρυον; καί γε ἐπὶ τῷ Μηδικιώτῃ, συληθέντι ἐκ τῶν περὶ Ἰωσὴφ οἰκονομίας χάριν ἠσεβηκέναι εἰς Χριστόν. τοῦτο δέ, ὦ θεόσοφε, ἀπηχὲς πάνυ καὶ ἔκτοπον· ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι ἀγαθοῦ ποιῇ, διπλοῦν ἐργάζηται τὸ ἁμάρτημα, ὅτι αὐτός τε τὸ οὐκ ἀγαθὸν ποιεῖ καὶ κέχρηται οἱονεὶ παραπετάσματι τῷ τοῦ ἀγαθοῦ ὀνόματι, φωνή ἐστι τοῦ θείου Βασιλείου. οὕτω μὲν ἐκεῖνοι πρὸς τῇ οἰκείᾳ πτώσει καὶ πολλοῖς ἄλλοις ὄλισθος γενόμενοι, πλὴν ὅτι ὁ Μηδικιώτης, ἐπιγνοὺς τὴν ἧτταν, καὶ ὡμολόγηκεν ὠλισθηκέναι καὶ μεταμεμέληται σφόδρα, ὡς μεμάθηκα, καὶ διὰ τοῦτο φυγὰς ᾤχετο, μέγιστον δεῖγμα μετανοίας καὶ ὠφελείας ἐγκαταλείψας τοῖς τε οἰκείοις φοιτηταῖς καὶ τοῖς εὖ φρονοῦσιν. ἵστανται δὲ χάριτι Χριστοῦ ἐρηρεισμένοι ἐν ἐπισκόποις οἱ προηγωνισμένοι ἐν Κυρίῳ, ἐν ἡγουμένοις ὁ τῶν Καθαρᾶ, τοῦ Πικριδίου, τοῦ Παυλοπετρίου, τοῦ Ἀγροῦ, ὁ τῆς ∆ελμάτου, ὁ τῆς Πελεκητῆς Μακάριος. Προσεύχου τοίνυν, ὦ ποθεινότατε πάτερ, ὑπὲρ εἰρήνης τῆς ἐκκλησίας, εἶτα καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἐλαχίστου ἵνα σὺν ὑμῖν τοῖς ἁγίοις πατράσιν ἐπιτύχοιμι θεοῦ, κατόπιν ὑμῶν ἀξιούμενος βαίνειν. 268 {1Ἰωάννῃ ἡγουμένῳ}1 ∆ύο ἐπιστολῶν τῆς ἁγιωσύνης σου ἔκτισις τὸ παρὸν γραμματεῖον διὰ τὸ μὴ ἐπιτυχεῖν με γραμματηφόρου, ἀληθέστερον δὲ εἰπεῖν, διὰ τὸ φασματικὴν ἡμᾶς συντυχίαν δέξασθαι, ἣν ἀπήγγειλεν ὁ ἐνεγκὼν τὴν ἐπιστολήν. χάρις οὖν τῷ θεῷ ὅτι