1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

173

γʹ. Κωνσταντ. ἐπίσκοπος Θεόδωρος ἔτη γʹ. γʹ. Τούτῳ τῷ ἔτει ἀποστέλλει Ἀβιμέλεχ πρὸς Ἰουστινιανὸν βεβαιῶσαιτὴν εἰρήνην, καὶ ἐστοιχήθη ἡ εἰρήνη οὕτως· ἵνα ὁ βασιλεὺς παύσῃ τὸ τῶν Μαρδαϊτῶν τάγμα ἐκ τοῦ Λιβάνου, καὶ διακωλύσῃ τὰς ἐπιδρομὰς αὐτῶν· καὶ Ἀβιμέλεχ δώσῃ τοῖς Ῥωμαίοις καθ' ἑκάστην ἡμέραν νομίσματα χίλια καὶ ἵππον καὶ δοῦλον· καὶ ἵνα ἔχωσι κοινὰ κατὰ τὸ ἴσον τοὺς φόρους τῆς Κύπρου καὶ Ἀρμενίας καὶ Ἰβηρίας. καὶ ἔπεμψεν ὁ βασιλεὺς Παῦλον τὸν μαγιστριανὸν πρὸς Ἀβιμέλεχ ἀσφαλίσασθαι τὰ στοιχηθέντα, καὶ γέγονεν ἔγγραφος ἀσφάλεια μετὰ μαρτύρων. καὶ φιλοτιμηθεὶς ὁ μαγιστριανὸς ὑπέστρεψεν. καὶ πέμψας ὁ βασιλεὺς προσελάβετο τοὺς Μαρδαΐτας χιλιάδας ιβʹ τὴν Ῥωμαϊκὴν δυναστείαν ἀκρωτηριάσας. πᾶσαι γὰρ αἱ νῦν οἰκούμεναι παρὰ τῶν Ἀράβων εἰς τὰ ἄκρα πόλεις ἀπὸ Μομψουεστίας καὶ ἕως τετάρτης Ἀρμενίας ἀνίσχυροι καὶ ἀοίκητοι ἐτύγχανον διὰ τὴν ἔφοδον τῶν Μαρδαϊτῶν· ὧν παρασταλέντων, πάνδεινα κακὰ πέπονθεν ἡ Ῥωμανία ὑπὸ τῶν Ἀράβων μέχρι τοῦ νῦν. Τῷ δ' αὐτῷ ἔτει πέμπει Ἀβιμέλεχ Ζίαδον, τὸν ἀδελφὸν Μαυΐου, εἰς Περσίδα κατὰ Μουχτὰρ τοῦ ψεύστου καὶ τυράννου. καὶ ἀνῃρέθη Ζίαδος ὑπὸ Μουχτάρ. καὶ ἀκούσας Ἀβιμέλεχ ἔρχεται εἰς Μεσοποταμίαν καὶ τυραννεῖται ὑπὸ Σαΐδου· ὃν ἐπανελθὼν διὰ λόγου τὴν ∆αμασκὸν πέπεικεν ἀνοῖξαι προκαταληφθεῖσαν ὑπ' αὐτοῦ, καὶ μετὰ τοῦτο δολοφονεῖ αὐτόν. Ἰουστινιανὸς δὲ νεώτερος ὤν, ὡς ιʹ χρόνων, καὶ ἀβούλως τὰ κατ' αὐτὸν διοικῶν ἀποστέλλει Λεόντιον τὸν στρατηγὸν ἐπὶ τὴν Ἀρμενίαν μετὰ Ῥωμαϊκῆς δυνάμεως, καὶ τοὺς ἐκεῖσε Σαρακηνοὺς κτείνας ὑποτάσσει Ῥωμαίοις, ὡσαύτως καὶ Ἰβηρίαν καὶ Ἀλβανίαν, Βουκανίαν τε καὶ Μηδίαν καὶ φορολογήσας τὰς χώρας πάμπολλα χρήματα τῷ βασιλεῖ ἀπέστειλεν. Ἀβιμέλεχ δὲ ταῦτα μεμαθηκὼς καταλαμβάνει τὸ Κερκήσιον καὶ τὴν Θεούπολιν ὑπέταξεν. 364 Κωνσταντινουπόλεως ἐπίσκοπος Παῦλος ἔτη ζʹ. βʹ. δʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐγένετο λιμὸς ἐν Συρίᾳ· καὶ πολλοὶ εἰσῆλθον εἰς Ῥωμανίαν. καὶ ἐλθὼν ὁ βασιλεὺς εἰς Ἀρμενίαν ἐκεῖ ἐδέξατο τοὺς ἐν τῷ Λιβάνῳ Μαρδαΐτας, χάλκεον τεῖχος διαλύσας. παρέλυσε δὲ καὶ τὴν μετὰ τῶν Βουλγάρων παγιωθεῖσαν εἰρήνην διαταράξας τοὺς ὑπὸ τοῦ οἰκείου πατρὸς ἐνορδίνους γεγονότας τύπους, καὶ κελεύει περᾶσαι ἐπὶ τὴν Θρᾴκην τὰ καβαλλαρικὰ θέματα βουλόμενος τούς τε Βουλγάρους καὶ τὰς Σκλαυινίας αἰχμαλωτίσαι. ρπʹ. χπʹ. γʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἰουστινιανὸς κατὰ Σκλαυινίας καὶ Βουλγαρίας. καὶ τοὺς μὲν Βουλγάρους πρὸς τὸ παρὸν ὑπηντηκότας ὤθησεν, μέχρι δὲ Θεσσαλονίκης ἐκδραμών, πολλὰ πλήθη τῶν Σκλάβων τὰ μὲν πολέμῳ, τὰ δὲ προσρυέντα παραλαβὼν εἰς τὰ τοῦ Ὀψικίου διὰ τῆς Ἀβύδου περάσας κατέστησε μέρη. ἐν δὲ τῷ ὑποστρέφειν αὐτὸν ὁδοστατηθεὶς ὑπὸ τῶν Βουλγάρων ἐν τῷ στενῷ τῆς κλεισούρας μετὰ σφαγῆς τοῦ οἰκείου λαοῦ καὶ τραυματίας πολλῆς μόλις ἀντιπαρελθεῖν ἠδυνήθη. Τῷ δ' αὐτῷ ἔτει καὶ Ἀβδελᾶς ὁ Ζουβὴρ Μούσαβον τὸν ἴδιον ἀδελφὸν πέμπει κατὰ Μουκτάρου· καὶ συμβαλὼν μετ' αὐτοῦ τρέπεται ὁ Μούκταρος καὶ φεύγει ἐπὶ Συρίαν· καὶ φθάσας αὐτὸν κτείνει αὐτόν. Ἀβιμέλεχ δὲ στρατεύει κατὰ Μουσάρου καὶ νικήσας κτείνει αὐτὸν καὶ ὑπέταξε πᾶσαν τὴν Περσίδα. Κόσμου ἔτη ρπαʹ. Τῆς θείας σαρκώσεως ἔτη χπαʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ιʹ. δʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. ʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ζʹ. γʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλεν Ἀβιμέλεχ κατὰ τοῦ Ζουβεὶρ Χαγὰν εἰς τὸ Μάκκα, καὶ κτείνει αὐτὸν ἐκεῖ ὁ Χαγάν· καὶ ὑποτάξαντος τῷ Ἀβιμέλεχ τὴν χώραν τοῦ Χαγὰν ἐναντιουμένην αὐτῷ, ἐνέπρησε τὸν οἶκον τοῦ εἰδώλου αὐτοῦ σὺν τῷ εἰδώλῳ τῆς σεβασμιότητος αὐτῶν· 365 δι' ἣν αἰτίαν τὸν Χαγὰν στρατηγὸν τῆς Περσίδος προεβάλετο. καὶ ὑπετάγη τῷ Ἀβιμέλεχ ἥ τε Περσὶς καὶ Μεσοποταμία καὶ ἡ μεγάλη Ἀραβία τοῦ Ἐθρίβου· καὶ οἱ ἐμφύλιοι πόλεμοι αὐτῶν ἔπαυσαν. εʹ. ζʹ. δʹ. Τούτῳ τῷ ἔτει τέλος ἔσχε καὶ ἀπαλλαγὴν παντὸς πολέμου ἡ τῶν Ἀράβων ἀρχή· καὶ εἰρήνευσεν