Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
μου. (B f. 384, H f. 419 b.) Παρακαλεῖ Θεὸς τοὺς κά μνοντας ὑπὲρ ἀρετῆς, τοὺς πονοῦντας δι' εὐσέβειαν, τοὺς κατορθοῦν ἐθέλοντας τὴν ἀρέσκουσαν αὐτῷ πο λιτείαν, τοὺς κατανεκροῦντας τὸ κίνημα τῆς σαρκὸς, καὶ μαχομένους τοῖς ἰδίοις θελήμασιν, ἕως ἂν τὸ σπουδαζόμενον κατορθώσωσιν. Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας; (B f. 384, H f. 420.) Ἀνομίαν μὲν ὀνομάζει τὸν Σατανᾶν· ἀνομίας γάρ ἐστι καὶ ἁμαρτίας εὑρετὴς καὶ διδάσκαλος· ὁ δὲ θρόνος σημαίνει τὴν ἀρχὴν, ἤτοι τὴν ἐξουσίαν. Ἆρ' οὖν, ὦ ∆έσποτα, φησὶν, ἔστι τις οὕτως ἀμαθὴς καὶ ἀσύνετος, ὡς οἰηθῆναι καὶ κατὰ νοῦν λαβεῖν, ὅτι τῆς σῆς βασιλείας κοινωνός ἐστιν ὁ τῆς ἀνομίας θρόνος, τουτέστιν ἡ τοῦ διαβόλου τυ ραννὶς καὶ ἀρχή; Μὴ γένοιτο, φησίν· μόνος γὰρ εἶ Θεὸς καὶ τῶν δυνάμεων Κύριος, καὶ κατάρχεις τῶν ὅλων μετὰ τοῦ ἰδίου Πατρός. (B f. 384 b, η 421. Cord. Anonymi.) [Ἐπὶ γὰρ παντὶ θείῳ προστάγματι πλάσσει κόπον ὁ Σατανᾶς· οὐ γὰρ ἐᾷ τοὺς κατορθοῦν ἐθέλοντας τὴν ἀρετὴν εὐ κόλως τοῦτο δύνασθαι δρᾷν, ἐπιβουλεύει δὲ καὶ ἐπι πηδᾷ, καὶ εἰς τοὺς τῆς ἀνομίας βόθρους κατασύρειν ἐπιχειρεῖ τοὺς ἐθέλοντας τὴν εὐαγῆ καὶ ἐννομωτάτην κατορθῶσαι ζωήν. "Πλάττει τοίνυν κόπον ἐπὶ προσ τάγματι," μαχόμενος δηλονότι ταῖς θείαις ἐντολαῖς, καὶ οὐκ ἐῶν τοὺς ἀγαθοὺς ἄνδρας κατορθοῦν αὐτάς. Ἀποτραχύνει δὲ μᾶλλον τῆς εὐσεβείας τὴν ὀδὸν, λειοτάτην οὖσαν καὶ εὐτροχωτάτην τοῖς ἐθέλουσι βα δίζειν αὐτήν.] Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου. (B f. 385, H f. 421. Cord. Anonymi.) [Ἐπιβου 69.1240 λεύουσι γὰρ τοῖς ἁγίοις οἵ τε πονηροὶ καὶ ἀλιτήριοι δαίμονες, καὶ ἄνθρωποι σὺν αὐτοῖς ἄδικοι καὶ βδελυ ρώτατοι, καὶ θεοστυγεῖς· οἶς τὰ ἐκείνων μέλει φρο νεῖν· καὶ πολυτρόπους ἱστῶσι παγίδας· ἀλλ' ὥς φησιν ὁ Σολομῶν, "Οὐκ ἐπιτεύξεται δόλιος θήρας." Ἐκρύεται γὰρ καὶ σώζει Θεὸς τοὺς ἀνακειμένους αὐτῷ, ὥστε καὶ χαίροντας ἐπὶ τούτῳ λέγειν· "Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤ ῥύσθημεν."] Καὶ μετ' ὀλίγα· Τεθηρεύκασι δὲ τὰς τῶν ἁγίων ψυχὰς, καὶ παγίδας ἔστησαν αὐταῖς οἵ τε πονηροὶ καὶ ἀλιτήριοι δαίμονες, καὶ αὐτὸς δὲ ὁ τούτων ἡγού μενος Σατανᾶς. Ἐπιβουλεύουσι γὰρ ἁγίῳ παντὶ καὶ ἐπιτρίζουσι τοὺς ὀδόντας κατὰ τῶν εἰωθότων εὐδοκι μεῖν. Γέγραπται γὰρ ὅτι "Τὰ βρώματα αὐτοῦ ἐκ λεκτά."
ΨΑΛΜΟΣ ∆ʹ.
[∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. (B f. 385 b, H f. 422. Cord. Theodori.) Οἱ
ταῦτα λέγοντες, πρὸς συνάφειαν καλοῦσι τοὺς ἀφεστηκότας ἑαυτῶν. Οὐ γὰρ τοῖς παροῦσιν, ἀλλὰ τοῖς κεχωρι σμένοις πρέπει τὸ "∆εῦτε." Ἐχωρίσθη δέ τινα τρό πον ὁ Ἰσραὴλ, ἄρα τοῖς κατὰ τόπον νοουμένοις διαστή μασιν οὐδαμῶς, ἀλλὰ τῇ κατὰ γνώμην ἀνυποταξίᾳ. "∆εῦτε" τοίνυν, ἀφέντες τὸ ἐξήνιον, καὶ ἀποβαλόν τες τὸ ἀνυπότακτον, "ἀγαλλιασώμεθα τῷ Κυρίῳ·" τουτέστιν, Ἐπιλαβώμεθα τῆς εἰς αὐτὸν πίστεως, κλη ρονομήσωμεν τῶν παρ' αὐτοῦ χαρισμάτων τὴν μετου σίαν, ἤτις τὴν υἱοθεσίαν ἡμῖν χαρίζεται, Πνεύματος ἁγίου μέθεξιν, ἁμαρτιῶν ἄφεσιν, καὶ οὐρανῶν βασι λείαν.] (B f. 383 b, H f. 422 b. Cord. Anonymi.) [Ὁ ἀλαλαγμὸς φωνή τίς ἐστιν ἐπινίκιος, ἀναφερομένη πεπτωκότων ἐχθρῶν καὶ πολεμίων ἀπολωλότων. ∆εῦτε τοίνυν, ἀλαλάξωμεν τῷ Σωτῆρι καὶ Λυτρωτῇ· ἐλυ τρώσατο γὰρ τόν τε Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν ἐκ τῆς τοῦ διαβόλου πλεονεξίας, ἐκ τῆς τῶν ἐχθρῶν τυ ραννίδος, ἐξ ἁμαρτιῶν καὶ αἰτιαμάτων· ἀπήλλαξε τοῦ κατακρίνοντος νόμου καὶ δίκας ἀπαιτοῦντος τοὺς ἡμαρτηκότας· ἐδικαίωσε δὲ διὰ τῆς πίστεως Ἕλληνάς τε καὶ Ἰουδαίους καὶ τὰ λοιπὰ ἔθνη.] (B f. 385 b, H f. 422 b.) Κατορχησώμεθα τῷ Σα τανᾷ, καταλαλάξωμεν αὐτοῦ κειμένου καὶ πεπτωκό τος· κατασκιρτήσωμεν ἀνοσίου θηρὸς ἀφύκτῳ παγίδι συνειλημμένου. [Ὅτι Θεὸς μέγας Κύριος. (B f. 386, H f. 423. Cord.