174
ἀποστόλου καὶ ἀρχιεπισκόπου Ῥώμης Ἱππολύτου καὶ ἱερο 382 μάρτυρος, Ἀννιανοῦ τε τοῦ ὁσιωτάτου μοναχοῦ τοῦ συντάξαντος κύκλον ιαʹ πασχουάλια φλβʹ ἐτῶν ἅμα σχολίοις ἀκριβέσι, καὶ Μαξίμου τοῦ ἁγιωτά του μοναχοῦ καὶ φιλοσόφου μάρτυρος καὶ ὁμολογητοῦ καὶ μεγάλου διδα σκάλου τῆς ἐκκλησίας. Ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην, ὡς ἡ τῶν θείων εὐαγγελίων ἱερὰ βίβλος φησίν, ἡνίκα καὶ Ἰωσὴφ σὺν τῇ παρθένῳ τὴν Βηθλεὲμ πόλιν ∆αβὶδ καταλαβών, διὰ τὸ εἶναι αὐτοὺς ἐξ οἴκου καὶ πατριᾶς ∆αβίδ, ἀπεγράφη. τότε τῶν ἡμερῶν τῆς ἀπορρήτου συλλήψεως πλησθεισῶν τῇ θεομήτορι, ἔτεκεν ὑπερφυῶς τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον καὶ ἐσπαργάνωσε καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ παρατυχούσῃ κατὰ τὸ θεοδόχον σπήλαιον τῇ φάτνῃ διὰ τὸ μὴ ἔχειν τόπον ἐν τῷ καταλύματι. Ταύτης τῆς κατὰ τὴν Ἰουδαίαν ἀπογραφῆς ὑπὸ τῆς συγκλήτου βουλῆς Κυρίνιος ἐπιμελητὴς ἐξεπέμφθη κατὰ τόδε τὸ κοσμικὸν ἔτος, οὐσιῶν καὶ οἰκητόρων ἀναγραφὰς ποιούμενος. αὕτη γάρ, φησὶν ὁ θεῖος Λουκᾶς, ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος Συρίας Κυρινίου.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΦ Τῆς θείας σαρκώσεως ἔτος αʹ πληρωθέντος τοῦ εφʹ καὶ
ἀρξαμένου τοῦ εφαʹ Ὁ ποιμὴν ὁ καλὸς ποιμένας πρώτους δι' ἀγγέλων εἰς θέαν καὶ ἀκοὴν προσ εκαλέσατο τῶν ἀπορρήτων. ὁ αὐτὸς δι' ἀστέρος ὁδηγοῦ μάγους εἰς δο ρυφορίαν καὶ προσκύνησιν ἐπεσπάσατο. τῇ ηʹ ἡμέρᾳ περιέτεμον τὸν κύριον καὶ τῇ μʹ ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα κατὰ τὸν νόμον Μωυσέως, ἡνίκα καὶ Συμεὼν παραστὰς ἐνηγκαλίσατο τὸν πλαστουργόν. Ἄννα προ φῆτις θυγάτηρ Φανουὴλ συμπαρῆν ἀνθομολογουμένη τῷ δι' ἡμᾶς νηπιά σαντι. 383 ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΑ Σέξτος Πυθαγορικὸς φιλόσοφος ἤκμαζεν. Ἰούδας τις Γαλιλαῖος κατὰ Ῥωμαίων ἀποστατεῖν Ἰουδαίους προέτρεπε διὰ τὴν ἀπογραφήν, ὁ ἐκ Γαμαλᾶς, περὶ οὗ καὶ Γαμαλιὴλ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων εἶπεν. Ἡρώδης τέθνηκεν οʹ ζήσας ἔτη, ἐξ ὧν ἐβασίλευσεν Ἰουδαίων λζʹ ἔτη παρανόμως. ἐπὶ αὐτοῦ γὰρ ἡ πρόρρησις τοῦ πατριάρχου Ἰακὼβ ἐπληρώθη λέγουσα· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐ τοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, ἤτοι ὁ Χριστός. Ἕως αὐτοῦ ἡ ἐξ Ἰούδα ἀρχὴ διά τε βασιλέων καὶ ἀρχιερέων παρεστάθη, ὧν οἱ μὲν βασιλεῖς ὁμολογουμένως ἐξ Ἰούδα κατήγοντο, οἱ δὲ ἀρχιερεῖς καὶ αὐτοὶ κατὰ τὸ μητρῷον ἐξ Ἰούδα, ἐπείπερ Ἀαρὼν τὴν θυγατέρα τοῦ Ἀμιναδὰβ ἄρχοντος υἱῶν Ἰούδα ἔγημεν ἐν Αἰγύπτῳ, καθ' ὃ καὶ συγγενεῖς ὑπῆρχον οἱ ἐξ Ἰούδα καὶ Λευί. διὸ καὶ ὁ ἄγγελος τῇ θεοτόκῳ ἔφη· καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου. Οὗτος πρῶτος ἀλλόφυλος ἦρξεν Ἰουδαίων Ἄραψ Ἰδουμαῖος ὤν. Ὁ αὐτὸς πρῶτον ἀλλόφυλον Ἰουδαίοις ἀρχιερέα κατέστησε τὸν Ἀνάνηλον, ὡς Ἰώσηππος. Ὁ αὐτὸς πρῶτος τὴν ἱερατικὴν στολὴν ὑπὸ τὴν ἰδίαν σφραγῖδα ἔθετο. 384 Τὰ ὑπόλοιπα Ἡρώδου τοῦ ἀλλοφύλου τοῦ κόσμου ἔτη εφαʹ Ἡρώδης ὁ μιαιφονώτατος πρὸς ταῖς πολλαῖς τῶν συγγενῶν φονοκτο νίαις κατὰ τὴν Βηθλεὲμ ἀναιρεῖ νήπια, τὴν τοῦ κυρίου καὶ θεοῦ καὶ σω τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρὰ τῶν μάγων πυθόμενος γέννησιν. Ἡρώδης θεηλάτως πληγεὶς καὶ τρίτον υἱὸν ἐπιβουλεύοντα νομίσας γνή σιον ἀνεῖλεν. ὁ αὐτὸς ὕδρωπι συσχεθεὶς σκώληκας ἀπὸ τοῦ στόματος ἐξέβρασε καὶ οὕτως δεινῶς ὀδυρόμενος τέθνηκεν. ὁ αὐτὸς οʹ ἔτη ἔζησε καὶ λζʹ ἔτη ἐβασίλευσε τῶν Ἰουδαίων.
ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΕ Τῆς θείας σαρκώσεως ἔτη εʹ Τελευτήσαντος Ἡρώδου κατὰ
Ματθαῖον τὸν θεσπέσιον, ἰδοὺ ἄγγελος κυρίου κατ' ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων· ἐγερθεὶς παρά λαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ. ἦν δ' ἄρα εʹ ἔτος τῆς τοῦ σωτῆρος ἡμῶν ἡλικίας κατὰ σάρκα. Ἰουδαίων δεύτερος ἀλλόφυλος ἐβασίλευσεν Ἀρχέλαος υἱὸς Ἡρώδου ἔτη θʹ. τοῦ δὲ