174
δοκεῖν καὶ ἄκοντας προσιέναι βασιλεῖ, ἐνδείξασθε εὔνοιάν τινα ἀντίῤῥοπον πρὸς τὴν προτέραν ἀδικίαν, καὶ πρεσβείαν πέμψαντες πρὸς βασιλέα, συγγνώμην αἰτήσατε ἐφ' οἷς προσκεκρούκατε κατὰ τὸν πόλεμον. φύ 1.492 σει δὲ ὢν ἐκεῖνος πρᾶος καὶ τοῖς ἀδικοῦσιν ἕτοιμος παρέχειν συγγνώμην, ἂν παραιτῶνται τὴν ὀργὴν, καὶ ὑμῖν συγγνώσεται ῥᾳδίως, καὶ ἐμοῦ πρὸς τοῦτο μάλιστα ἐνάγοντος. ἐπειδὰν δὲ τὴν βασιλέως ἐκμειλίξησθε ὀργὴν, τὸν παῖδα Σαρχάνη καὶ τῶν ἄλλων Περσῶν, οἳ ἐν ὁμήρων προσχήματι φρουροῦνται παρ' ὑμῖν, λαβόντες ὥσπερ δῶρα προσκομίσατε τῷ βασιλεῖ καὶ Μιτυλήνην καὶ Φώκαιαν παράδοτε. κἀκεῖνος ἀμειβόμενος ὑμᾶς τῆς εὐνοίας ἕνεκα τῆς πρὸς αὐτὸν, μετὰ τῆς συγγνώμης, ἣν παρέξεται, καὶ τά τε ἀναλωθέντα χρήματα εἰς τὸν πόλεμον τὸν καθ' ὑμῶν καὶ ἃ ἐζημιώσατε Λεσβίους, ἃ τὸ κοινὸν Γεννούας ἐκ τῶν ὑμετέρων κτημάτων κατὰ τὰς συνθήκας ὀφείλει ἀποτίνειν, χαριεῖται. οὐ μὴν ἀλλὰ καὶ πολεμίους ἀναγεγραμμένους τῷ κοινῷ καὶ δίκας ὀφείλοντας τῆς ἀπιστίας, ἀπάθειαν κακῶν καταπράξεται ὑμῖν, τῇ βουλῇ συγγνώμην κελεύσας παρασχεῖν, ὥστε ἀδεῶς πάλιν ἐμπολιτεύεσθαι αὐτοῖς ἀποστερηθέντας τῶν οἰκείων μηδενός. πρὸς τούτοις δὲ καὶ Φωκαίας ὥσπερ πρότερον καὶ αὖθις ἄρχειν ἐπιτρέψει, ὡς ὑπηκόου μὲν Ῥωμαίοις οὔσης, ὑμῖν δὲ παρέχοντος βασιλέως τὴν ἀρχὴν, ἄχρις ἂν αὐτὸς ἐθέλῃ. καὶ σπονδὰς ὑμῖν πρὸς Σαρχάνην θήσει, ὥστε καὶ αὖθις τὰς προσόδους, ἃς καὶ πρότερον εἴχετε, ἐκ τῆς χώρας τῆς αὐτοῦ καρποῦσθαι. καὶ κατὰ πάσας νήσους καὶ τὰς πόλεις, αἳ ὑπήκοοί εἰσι Ῥωμαίοις, ἀκώλυτον ὑμῖν τὴν ἐμπορίαν κελεύσει εἶναι. σκοπεῖτε οὖν ὁπόσα μὲν ὑμῖν ὁ πόλεμος ἐπήνεγκε κακὰ, ἴσως δὲ καὶ χείρονα ἐπάξει· ὁπόσων δὲ ἀγαθῶν ἡ εἰρήνη 1.493 γενήσεται ἀξία, ἂν πείθησθε ἐμοί. ταῦτα δὲ ὑμῖν ἢ σήμερον πράττειν ἢ εἰς τὴν ὑστεραίαν ἐξέσται. ἐὰν γὰρ οὐκ ἀναγκαῖα λογιζόμενοι ὑπέρθησθε, οὐκέθ' ὁμοίως εὑρήσετε βασιλέα ῥᾴδιον πρὸς τὰς καταλλαγάς. ἐὰν γὰρ τὰ χρήματα διαδοθῇ τοῖς τριηρίταις καὶ τοῖς ἄλλοις μισθοφόροις, οἳ μέλλουσι τοῦ χειμῶνος ὑμᾶς πολιορκεῖν, ἃ νυνὶ βασιλεὺς μὲν ἐκέλευσε διαδιδόναι τοῖς ταμίαις, ἐγὼ δὲ ἐκώλυσα τουτωνὶ τῶν λόγων ἕνεκα, δέδοικα μὴ οὐ προσδέξηται τὴν πρεσβείαν μετὰ ταῦτα, λογιζόμενος ὥσπερ εἰκὸς, ὡς παραστήσεται ὑμᾶς ἐν ἀνδραπόδων μοίρᾳ, ἄχρις ἂν ὁ χρόνος τῆς μισθοφορᾶς ἀναλωθῇ, καὶ τὰ χρήματα ἀπολήψεται πρὸς τοῖς νῦν καὶ τὰ πρότερον ἀναλωμένα. ὡς οὖν ἀναγκαίων πέρι ἐσομένης τῆς βουλῆς καὶ τριβὴν τοῦ χρόνου οὐκ ἐνδεχομένου, ταχέως τε αὐτοὶ βουλεύεσθε καὶ ἡμῖν τὰ βεβουλευμένα γνώριμα ποιεῖτε.» Τοιαῦτα μὲν Λατίνοις ὁ μέγας δομέστικος ὑπετίθετο ποιεῖν. Ντζιωὰν δὲ ὡς ἤκουσε περὶ τοῦ παρελθόντος ἠνιᾶτο χρόνου, ὅτι μὴ πρότερον μεγάλῳ δομεστίκῳ συνεγένετο· ἦ γὰρ ἂν αὐτός τε πολλῶν ἀπήλλακτο κακῶν καὶ τοῖς ἄλλοις αἴτιος κατέστη. ὅμως μέντοι ἔφασκε, τὰ μὲν γεγενημένα ἀναλῦσαι οὐκ εἶναι δυνατόν. δεῖν δὲ οἴεσθαι εἰς Φώκαιαν ἐλθόντα καὶ τοῖς ἄλλοις δήλην τὴν βουλὴν ποιεῖν, καὶ ἐς τὴν ὑστεραίαν ἐλθόντα, ἃ πᾶσιν ἂν κοινῇ δόξειεν ἀπαγγέλλειν. καὶ ἐπεὶ ἐπετέτραπτο, εἰς Φώκαιαν ἐλθὼν, Ντεάρδῳ τε καὶ τοῖς λοι 1.494 ποῖς ὅσα ὑπόθοιτο ὁ μέγας δομέστικος ἀπαγγείλας, ἐπειδὴ κἀκείνοις ἄριστα καὶ λυσιτελοῦντα ἑαυτοῖς ἐδόκει τὰ βεβουλευμένα καὶ ἕτοιμοι ἦσαν πράττειν, αὖθις πρὸς τὸν μέγαν δομέστικον ἐλθὼν, Ντεάρδῳ μὲν καὶ τοῖς λοιποῖς ὅσοι κατὰ Φώκαιαν πολιορκοῦνται, ἀρέσκειν ἔφασκε τὰ βεβουλευμένα καὶ μάλιστα ἐθέλειν ὡς βασιλέα ἐλθόντας, ὑπὲρ τῶν ἡμαρτημένων δεῖσθαι συγγνώμην παρασχεῖν. δεῖν δὲ καὶ ∆ομενίκῳ τῷ κατὰ τὴν Μιτυλήνην πολιορκουμένῳ τὰ πρῶτα μάλιστα φερομένῳ παρ' αὐτοῖς, κοινὴν ποιήσασθαι τὴν γνώμην. μηδὲ γὰρ ἂν δύνασθαι πράττειν μηδὲν, ἐκείνου μὴ συνεπιψηφιζομένου. καὶ παρασχεθείσης αὐτῷ νεὼς, εἰς Μιτυλήνην ἦλθε· συγγενόμενός τε ∆ομενίκῳ καὶ περὶ τῆς εἰρήνης διαλεχθεὶς, ἐπεὶ κἀκείνῳ ἀσμένως ἐγίνοντο οἱ λόγοι καὶ πολλὰς χάριτας ὡμολόγει βασιλεῖ τῆς ἀνεξικακίας, ἀναστρέψας ἐκεῖθεν, εἰς Φώκαιαν ἐπεραιώθη, ἄγων καὶ ἕτερόν τινα, ὃς ἔμελλεν ἐκ