174
αραι κελευούσης ἐκ τῆς νηδύος τὴν χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος, θεοῦ προνοίᾳ καὶ αρξον καὶ τέλους τευξόμενον εὐτυχοῦς. ταραχθεὶς ουν ὑπὸ τῆς φωνῆς εφραζε ταῦτα τῇ γυναικί. καὶ τὸν υἱὸν τεχθέντα ̓Ιζάτην ὠνόμασεν. ην δ' ετερος τούτου πρεσβύτερος ἐκ τῆς Ἑλένης αὐτῷ γεννηθεὶς αλλοι τε παῖδες ἐκ γυναικῶν ἑτέρων, εστεργε δὲ τὸν ̓Ιζάτην ωσπερ μονογενῆ. ἐφθόνουν τοίνυν οἱ ἀδελφοί. ὁ δὲ πατὴρ δεδοικὼς περὶ τούτῳ, ἐκπέμπει πρὸς ̓Αβεννήριγον τὸν Σπασίνου χάρακος βασιλέα. καὶ ος ἀσμένως τὸν ̓Ιζάτην ἐδέξατο καὶ κηδεστὴν ἐπὶ θυγατρὶ ἐποιήσατο καὶ χώραν αὐτῷ παρέσχε. γεγηρακὼς δὲ ὁ Μονόβαζος ἰδεῖν ἐπεθύμει τὸν ̓Ιζάτην πρὸ τοῦ θανεῖν. μεταπεμψάμενος ουν αὐτὸν φιλοφρόνως ἀσπάζεται, καὶ χώραν αὐτῷ ἀπεκλήρωσεν, ἐν ῃ καὶ διέτριβε μέχρι τελευτῆς τοῦ πατρός. ̓Εκλιπόντος δὲ Μονοβάζου ἡ βασιλὶς ̔Ελένη μετεπέμψατο τοὺς μεγιστᾶνας καὶ τοὺς σατράπας· οις ἀφικομένοις "οὐ λέληθεν" ειπεν "ὑμᾶς οτι ὁ ἀνὴρ ὁ ἐμὸς τὸν ̓Ιζάτην ηθελε τῆς βασιλείας γενέσθαι διάδοχον. εἰδυῖα δὲ μακάριον τὸν μὴ παρ' ἑνός, ἀλλὰ τῶν πλειόνων καὶ τούτων ἑκόντων τὴν βασιλείαν λαμ2.37 βάνοντα, καὶ ὑπὸ τὴν ὑμῶν τὸ πρᾶγμα κρίσιν πεποίημαι." οἱ δὲ καὶ τὴν τοῦ βασιλέως κρίσιν βεβαιοῦν ελεγον, καὶ ὑπείξειν ἑκόντες ̓Ιζάτῃ δικαίως προκεκριμένῳ τῶν ἀδελφῶν κατὰ τὰς ἁπάντων εὐχάς, καὶ δεῖν προαποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς, ιν' ἀσφαλῶς ἐκεῖνος αρχοι. ἡ δὲ βασιλὶς τὴν περὶ τῆς ἀναιρέσεως τῶν προσηκόντων τῷ ̓Ιζάτῃ γνώμην ἐπισχεῖν συνεβούλευε μέχρις αν ἐκεῖνος συνδοκιμάσῃ παραγενόμενος. οἱ δὲ δεσμεῖν τέως αὐτοὺς παρῄνουν μέχρι τῆς ἐκείνου ἐπιδημίας. καθίστησι δὲ τὸν πρεσβύτατον υἱὸν ἡ βασίλισσα ἐπὶ τῶν πραγμάτων, εως αν ἐπανέλθῃ ὁ ἀδελφός, δίδωσι δὲ καὶ τὸν τοῦ πατρὸς σημαντῆρα δακτύλιον. ηκεν ουν ὁ ̓Ιζάτης, καὶ ὁ ἀδελφὸς ὑπεδέξατο καὶ ὑπεξέστη αὐτῷ τῆς ἀρχῆς. Οντι δ' αὐτῷ ἐν τῇ ἀποδημίᾳ ̓Ιουδαῖός τις ̓Ανανίας καλούμενος γνωστὸς γεγονὼς ἐδίδασκεν αὐτὸν τὸν θεὸν καὶ τὰ τῶν ̓Ιουδαίων νόμιμα. συνέβη δὲ καὶ τὴν ̔Ελένην ὑφ' ἑτέρου ̓Ιουδαίου κατηχηθεῖσαν εἰς τὰ ̓Ιουδαϊκὰ εθη μετατεθῆναι. ἐλθὼν ουν ὁ ̓Ιζάτης καὶ δεδεμένους τοὺς συγγενεῖς εὑρηκὼς ἐδυσχέρανε, καὶ ελυσε μέν, επεμψε δέ, ινα μὴ υποπτοι παρόντες ειεν, τοὺς μὲν εἰς ̔Ρώμην ὁμηρεύσοντας, τοὺς δὲ πρὸς Πάρθους. γνοὺς δὲ τὴν μητέρα τὰ ̓Ιουδαίων ἀσπασαμένην, εσπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μετατεθῆναι, καὶ περιτμηθῆναι ετοιμος ην. ἡ δὲ μήτηρ ἐκώλυε, λέγουσα εἰς δυσμένειαν τοὺς ὑπηκόους διὰ τοῦτο ἐλθεῖν, οὐκ ἀνέξεσθαί τε ὑπὸ ἰουδαΐζοντος βασιλεύεσθαι. ὁ δὲ εἰς τὸν ̓Ανανίαν παρόντα τοὺς λόγους ἀνέφερε. τοῦ δὲ τὰ αὐτὰ συμβουλεύσαντος ἐπείσθη μὲν τότε ὁ βασιλεύς· ετερος δ' αυθις ̓Ιουδαῖος ἐκ Γαλιλαίας ̓Ελεάζαρ ἀφικόμενος, καὶ κατα2.38 λαβὼν αὐτὸν τὸν Μωυσέως νόμον ἀναγινώσκοντα, Οὐ λόγους μόνον ἀναγινώσκειν σε δεῖ, βασιλεῦ, εφη, ἀλλὰ καὶ τὰ ὑπ' αὐτῶν διατεταγμένα ποιεῖν. μέχρι τίνος ἀπερίτμητος μένεις; ὁ δὲ οὐχ ὑπερεβάλετο τὴν πρᾶξιν, ἀλλὰ περιετμήθη· καὶ τῇ μητρὶ καὶ τῷ ̓Ανανίᾳ πεπρᾶχθαι τὸ εργον ἐδήλου. οἱ δ' εἰς φόβον ἐνέπεσον μὴ καὶ ὁ βασιλεὺς καὶ αὐτοὶ κινδυνεύσωσιν. ὁ δὲ θεὸς τὸν φόβον ἐλθεῖν εἰς τέλος οὐ συνεχώρησεν. ̔Ελένη δὲ ἐπιθυμίαν εσχεν εἰς ̔Ιεροσόλυμα ἀφικέσθαι καὶ προσκυνῆσαι τὸ τοῦ θεοῦ ἱερόν. καὶ τοῦ υἱοῦ ἐπιτρέψαντος καὶ χρήματα πλεῖστα δόντος απεισιν εἰς ̔Ιεροσόλυμα. καὶ λιμῷ φθειρομένους πολλοὺς εὑροῦσα ἐκεῖ, σῖτόν τε ἐξ ̓Αλεξανδρείας ἐκόμισε καὶ ἰσχάδων φόρτον ἐκ Κύπρου πολλῶν χρημάτων πριαμένη τοῖς ἀπορουμένοις διένειμε. καὶ ὁ παῖς δὲ αὐτῆς πολλὰ χρήματα τοῖς πρώτοις τῶν ̔Ιεροσολυμιτῶν επεμψεν, ιν' οἱ λιμώττοντες διὰ τούτων ὡς ἐνὸν ἐπικουρηθῶσι. Καὶ ταῦτα μὲν ουτως· ̓Αρταβάνης δὲ ὁ τῶν Πάρθων βασιλεύς, ἐπιβουλὴν γνοὺς τοὺς σατράπας κατ' αὐτοῦ μελετήσαντας, ἀφικνεῖται πρὸς ̓Ιζάτην, συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους ἐπαγόμενος. καὶ καθ' ὁδὸν τῷ ̓Ιζάτῃ ἐνέτυχε, καί φησι Μή με παρίδῃς, ω βασιλεῦ, ταπεινὸν ἐκ μεταβολῆς γεγονότα καὶ ἰδιώτην ἐκ βασιλέως, ἀλλ' ἐπικούρησον. ταῦτα σὺν δάκρυσιν ελεγεν. ὁ δὲ ̓Ιζάτης