174
γεύσει τισὶ χυμοῖς, καὶ ἁφῇ διὰ τῆς ἀντιτυπίας. ωσπερ γὰρ ἐνέργειαν λέγομεν τῆς ὁράσεως τὸ ὁρᾷν, ουτω καὶ τῶν ὁρωμένων τὸ ὁρᾶσθαι· καὶ τὰ λοιπὰ πάντα κατὰ τὸν αὐτὸν θεωροῦμεν γινόμενα τρόπον. τριχῶς δὲ λέγεται ἡ ἐνέργεια· η τε δύναμις, καθ' ην ἐνεργεῖν πεφύκαμεν, καὶ σχέσις ἡ ἀπὸ τοῦ ἐνεργοῦντος πρὸς τὸ ἐνεργούμενον, καὶ αὐτὸ τὸ ἀποτελούμενον ητοι τὸ ἐνέργημα. ̓Ενέργεια ἐστὶν, ὡς φησὶ Γρηγόριος ὁ Νύσσης, ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ης μόνον ἐστέρηται τὸ μὴ ον· τὸ γάρ τινος οὐσίας μετασχὸν συμμεθέξει πάντως καὶ τῆς δηλούσης αὐτὸ ἐνεργείας. ορους γὰρ τῶν οὐσιῶν τὰς ἀψευδεῖς αὐτῶν ἐνεργείας ὁ ἀληθὴς ἐπίσταται λόγος· νοερῶν ἐνέργειαν τὴν νόησιν· αἰσθητῶν τὴν αισθησιν· κινητῶν τὴν κίνησιν· πτηνῶν τὴν πτῆσιν· νηκτῶν τὴν νῆξιν· βλαστικῶν τὴν βλάστησιν· ἑρπιστικῶν τὴν ερψιν· καυστικῶν τὴν καῦσιν· ῥευστῶν τὴν ῥεῦσιν· θεωρητικῶν τὴν ορασιν· γεννητικῶν τὴν γέννησιν· καὶ καθολικῶς εἰπεῖν τὸ πάσης φύσεως σημαντικὸν καὶ ἀφοριστικὸν ἡ ἐνέργεια αὐτῆς ἡ φυσικὴ κατέστηκεν, ης ἀναιρουμένης συναναιρεῖται πάντως καὶ ἀπόλλυται καὶ ἡ φύσις· ἀναιρουμένης γὰρ τῆς καύσεως σβέννυται τὸ πῦρ· ἀναιepsilon.726 ρουμένης τῆς κινήσεως τοῦ ζώου ἀπόλλυται τὸ ζῶον· ἀναιρουμένης τῆς νοήσεως ἀπόλλυται τὸ νοερὸν τῆς ψυχῆς καὶ τὸ λογικὸν αὐτῆς. καὶ διὰ τοῦτο λέγομεν ἐν Χριστῷ δύο θελήσεις καὶ ἐνεργείας, ινα μὴ αψυχον σῶμα καὶ αλογον ψυχὴν ἐπ' αὐτῷ ειπωμεν. ἐνέργεια γὰρ ἐμψύχου σώματος τὸ περιπατεῖν καὶ ἐργάζεσθαι· ἐνέργεια δὲ λογικῆς ψυχῆς ἡ θελητικὴ καὶ λογιστικὴ καὶ βουλευτικὴ διάνοια αὐτῆς ἐστίν. οὐ μόνον δὲ ἐπὶ ἐμψύχων καὶ κινητικῶν, ἀλλὰ καὶ ἐπὶ ἀψύχων καὶ ἀκινήτων εστιν εὑρεῖν φυσικὰς ἐνεργείας, ὡς μαρτυρεῖ ἡ σκαμμωνία καὶ τὰ καθάρσια τῆς κενωτικῆς ἐνεργείας ὑπάρχοντα, καὶ ἡ ὑδράργυρος θανατικὴν ποιοῦσα ἐνέργειαν, καὶ τὸ κώνιον ὁμοίως ἀναιρετικὸν ὑπάρχον. τὸ δὲ παράδοξον, οτι καὶ τινὲς διάφοροι φύσεις στερούμεναι πολλάκις τῶν φυσικῶν ἐνεργειῶν αὐτῆς, ἑτέρας ἐνεργείας τίκτουσιν, οιον ἡ λίθος καιομένη ἀπόλλυσι τὴν ψυχρὰν ἐνέργειαν, καὶ καυστικὴν σωμάτων ἐνέργειαν, ασβεστος γενομένη, κέκτηται. ὁμοίως καὶ ἡ κέδρος καιομένη στερεῖται μὲν τῆς φυσικῆς καὶ αὐξητικῆς καὶ βλαστώδους ἐνεργείας· ἰαματικὴν δέ τινα καὶ ἀφαιρετικὴν σκωλήκων ἐνέργειαν κέκτηται· ἐς υστερον καὶ τὴν κεδραίαν δίδωσι ταύτῃ. ἀμέλει γοῦν τοῖς ἐχεφρόνως τὰς τῶν οντων προσηγορίας διασκοπεῖν καὶ ἀνακρίνειν ἐπισταμένοις εστιν εὑρεῖν, οτι αἱ πλείους πάσης ὑπάρξεως προσηγορίαι ἐνεργητικὰς, ἀλλ' οὐ φυσικὰς τὰς ὀνομασίας εχουσιν, ἐκ τῶν ἰδίων ἐνεργειῶν ταύτας λαβοῦσαι καὶ εχουσαι καὶ λεγόμεναι. θεὸς γὰρ οὐκ αὐτὴν τὴν οὐσίαν τὴν ἀκατάληπτον καὶ ἀνώνυμον τοῦ δημιουργοῦ ἡμῖν παρίστησιν· ἀλλ' ἐκ τῆς θεωρητικῆς αὐτοῦ ἐνεργείας ειρηται θεός. ὁμοίως καὶ τὸ αγγελος οὐ τὴν οὐσίαν αὐτοῦ καὶ τὴν υπαρξιν τῆς αὐτῶν φύσεως δηλοῖ, ἀλλ' ἐκ τῆς ἀγγελικῆς αὐτῶν ἐνεργείας καὶ διακονίας τὴν ἀγγέλου ὀνομασίαν epsilon.727 εχουσιν. ωσπερ δὴ καὶ ὁ ανθρωπος οὐκ ἐξ αὐτῆς τῆς οὐσιώδους αὐτοῦ ποιότητος λέγεται ανθρωπος, ἀλλὰ διὰ τὸ ανω θρεῖν τὴν ωπα, ηγουν ανω ὁρᾷν τοὺς ὀφθαλμούς. οθεν καὶ αὐτὸς ἐκ τῆς ανω θεωρητικῆς ἐνεργείας λέγεται ανθρωπος. αλλοι δὲ λέγουσιν, οτι ἐκ τῆς ἀνορθοπεριπατητικῆς ἐνεργείας ανθρωπος ἐκλήθη, πάντων τῶν ζώων κατωκλινῶς κεκυφότων καὶ περιπατούντων. εἰ ουν καὶ αἱ δύο προσηγορίαι τῶν οὐσιῶν τοῦ Χριστοῦ, λέγω δὴ τὸ θεὸς καὶ τὸ ανθρωπος, ἐκ τῶν φυσικῶν αὐτῶν ἐνεργειῶν τὰ ὀνόματα εχουσι, πῶς οὐκ αἰσχύνονται τινὲς ἀπαρνούμενοι τὰς δύο λέγειν ἐπ' αὐτοῦ ἐνεργείας; οιτινες πάσης ἑτέρας γραφικῆς η πατρικῆς παραστάσεως ἐξ αὐτῶν τῶν ὀνομάτων τοῦ Χριστοῦ αἰσχύνονται ἐκ τοῦ θεὸς καὶ ανθρωπος. καθὰ γὰρ εφην, σχεδὸν πᾶσα φύσις ἐκ τῆς οὐσιώδους αὐτῆς ἐνεργείας εχει τὴν προσηγορίαν· οιον τὶ λέγω παρθένον, ηγουν πῦρ θανὸν, κατὰ τὸ τὴν πύρωσιν θανατοῦν τῆς σαρκός. καὶ πάλιν ὁπηνίκα λέγομεν περιστερὰν, οὐκ αὐτὴν τὴν φύσιν τοῦ ζώου ηγουν τῆς