15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
πατρὸς οὐκ ἀπέστη, οὐ διαστάσης αὐτοῦ τῆς φύ σεως οὐδὲ μῆκος εἰληφυίας καὶ πλάτος, ἀλλ' ἀμερίστως πανταχοῦ παρούσης καὶ πάντων περιδεδραγμένης καὶ ἐν οὐδενὶ χωρουμένης. «Καὶ θεὸς ἦν ὁ λόγος»· μὴ γὰρ λόγον ἀκούσας, φησίν, ἀνυπόστατόν τινα οὐσίαν οἰήσῃ καὶ διὰ γλώσσης τὴν γένεσιν ἔχουσαν, ἀλλὰ μηδὲ σεμνολογῶν ὡς ἐνδιάθετον τοῦτον φύσεως ὑποκειμένης φαντασθῇς, ὥσπερ ἕξιν τινὰ τυγχάνοντα, δι' ἧς τὸ ὑποκείμενον ὅλον οὐσιωδῶς πε ποίωται. ἐντεῦθεν γὰρ καὶ ὁ λῆρος Πορφύριος τὸ θεῖον ἡμῖν κατατεχνο λογεῖ. εἰ γὰρ λόγος, φησίν, ἢ προφορικὸς ἢ ἐνδιάθετος· ἀλλ' εἰ μὲν προφορικός, οὐκ οὐσιώδης, ὁμοῦ γὰρ ἐξαγγέλλεταί τε καὶ οἴχεται· εἰ δὲ ἐνδιάθετος, ἀχώριστος τῆς τοῦ πατρὸς φύσεως· πῶς δὲ κεχώρισται καὶ πῶς ἐκεῖθεν εἰς τὸν βίον καταπεφοίτηκε; τούτων γὰρ τῶν λήρων ἱερεὺς ἐκεῖνος ὁ ἀνήρ. διὰ τοῦτο, φησί, λέγω ὅτι «θεὸς ἦν ὁ λόγος», οὔτε γλώσσῃ ἐξαγγελλόμενος οὔτε ὡς ἕξις τις ὢν παρὰ τῷ πατρί, ἀλλὰ καὶ οὗτος θεὸς κατὰ τὸν πατέρα, τῷ αἰτιατῷ καὶ μόνῳ παραλλάττων ἐκείνου· «θεὸς» γὰρ «ἦν ὁ λόγος», ὅ τε πρὸ τῆς σαρκώσεως μετὰ τοῦ πατρὸς ὢν καὶ ὁ μετὰ τὴν σάρκωσιν μήτε τῶν ἐκείνου κόλπων ἀποφοιτήσας καὶ θεώσας τὸ πρόσλημμα. Λογγῖνος μὲν οὖν ὁ κριτικός, τὸν τοῦ Πλάτωνος ἐξηγούμενος Τίμαιον καὶ βουλόμενος μηδὲ τῶν ῥητορικῶν χαρίτων ἄμοιρον αὐτὸν ἀποδεῖξαι, σοφιστικῶς τὴν τοῦ προοιμίου διερμηνεύει περίοδον, ἐν ᾗ τρία ταυτὶ κόμματά εἰσιν, «εἷς, δύο, τρεῖς», εἶτα «ὁ δὲ δὴ τέταρτος ποῦ», καὶ αὖθις «τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων;». τὸ μὲν οὖν πρῶτον κόμμα λελύσθαι φησὶ κατὰ τὴν ἑρμηνείαν καὶ τοῖς ἀριθμοῖς μόνοις περι λαμβάνεσθαι, τὸ δὲ δεύτερον τῇ παραλλαγῇ τοῦ τετάρτου καὶ τῇ και νότητι ἐμμέλειάν τινα καὶ ῥυθμὸν ἐμπεποιηκέναι τῇ ἀκοῇ, τὸ δὲ τρίτον μακρότερόν τε τυγχάνειν τῶν πρώτων φησὶ καὶ ταῖς τῶν ὀνομάτων χά ρισι τὸ τῆς ψυχῆς ἀχλυῶδες προσαφαιρεῖσθαι. ἐγὼ δὲ τῇ θεολογικῇ ταύτῃ προσγινόμενος χάριτι, οὐκ οἶδ' ὅ τι σοφίσομαι ἢ τί πρῶτον εἴπω τοῦ κάλλους καὶ τοῦ ῥυθμοῦ καὶ τῆς εὐαρμόστου συνθήκης καὶ τῆς ἐν τῷ ἀφελεῖ συνεστραμμένης καλλιλογίας, ἣν οὐδὲ τῶν ἄγαν ῥητορευσάν των οἱ πλείους ἐν τοῖς οἰκείοις θεῖναι συγγράμμασιν ἀπηξίωσαν. πρὸς ἃ ἐξὸν πολλὰ εἰπεῖν καὶ πᾶν μὲν εἶδος λόγου συνερανίσασθαι, ἰδέαν δὲ πᾶσαν συγκεράσασθαι καὶ δεῖξαι ὡς πᾶσαν τέχνην ὑπερεβάλετο τὰ τρία ταυτὶ τοῦ θεολογικοῦ στόματος κόμματα, ταῦτα μόνα ἐκπληκτικώτατα ἂν εἴποιμι· ὢ κάλλους, ὢ συνθήκης, ὢ ἁρμονίας, ὢ λέξεων χάριτος, ὢ νοῦ μετεώρου, ὢ φράσεως καταμελιτούσης τὴν ἀκοήν, ὢ τέχνης ἀρρήτου, ὢ ἁρμονίας ἀμιμήτου, ὢ εὐγλωττίας, ὢ πάσης ἐνταῦθα ἀκηράτου καὶ ἡδυεποῦς ἡδονῆς.
76 Εἰς τὸ εὐαγγελικὸν ῥητόν· «πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν».
Ἰδοὺ καὶ αὖθις ἐπὶ τὰς εὐαγγελικὰς ἡμᾶς μετακαλεῖται φωνὰς ὁ ὑμῶν σύλλογος, πρὸς ἃς ἀποκναίειν δέον διὰ τοῦ ἐπιχειρήματος τὸ δυσέφικτον, τῷ πρὸς ὑμᾶς ἔρωτι τὸν λόγον βιάζομαι. τὸ γὰρ περὶ τούτου σιγᾶν ἐγὼ μὲν τοῦ παντὸς ἂν ἐτιμησάμην· ὑμῖν δὲ σύμβολον φανείη τοῦ μὴ ἐθέλειν καὶ τὰς ὑπερτέρας «πύλας» τῷ ὑμετέρῳ νῷ ἀνιόντι «ἐπαίρειν» καὶ εἰς τὰ ἅγια τῶν ἁγίων παρακύπτειν ἐᾶν. διὰ τοῦτο ἐρευνᾶν ἐπιχειρῶμεν τί ποτε δηλοῖ τὸ «πνεῦμα ὁ θεός», πρὸς τὴν Σαμαρείτιδα εἰρημένον παρὰ τοῦ σαρκωθέντος θεοῦ, ὁπότε ἐκείνη ὕδωρ ἀντλῆσαι ἄψυχον ἑλομένη τὰ τῆς ζωηρρύτου πηγῆς ἀπηρύσατο νάματα. ἐπεὶ δὲ Ἀριστοτελικοὶ πάντες ὑμεῖς τὴν παιδείαν, ἀλλ' οὐ τὴν λατρείαν, τούτῳ δὲ ἴδιον ἀπορεῖν πρῶτον περὶ τῶν προκειμένων, εἶθ' οὕτως ἐπάγειν τὰς λύσεις, μιμήσασθαι δεῖ καὶ ἡμᾶς τὸν διδάσκαλον καὶ ἀπορῆσαι πρῶτον μὲν περὶ