174
οὐκ ἀνῃρέθησαν. Ἐντεῦθεν ἡ πόλις τῆς εἰρήνης ἀπήλαυσε, καὶ ὑπέλαβον ἅπαν τες, ὡς ἀληθῶς ἐν τῇ Σιὼν κατοικεῖν ηὐδόκησεν ὁ Θεός. Εἶτα διδάσκει, πῶς γνωστός ἐστιν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός. δʹ. "Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον." Πρὸ τῶν τῆς πόλεως, φησὶ, περιβόλων, ὁπλίτας κατὰ ταὐτὸν, καὶ τοξότας, καὶ πελταστὰς ἀνελὼν, ἄχρηστα παν τελῶς τὰ τούτων ἀπέφηνεν ὅπλα. εʹ. "Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰω νίων." Ὁ δὲ Σύμμαχος οὕτως, Ἐπιφανὴς εἶ, ὑπερμεγέθης ἀπὸ ὀρέων θήρας. Ἐν γὰρ τοῖς ἡμε τέροις ὄρεσι τῇ θήρᾳ τοῦ θανάτου τοὺς δυσμενεῖς παραδοὺς, ὑπερμεγέθης καὶ ἐπιφανὴς παρὰ πᾶσιν ἀνεδείχθης. Φωτίζεις γὰρ τῷ θαύματι τοὺς ἀγνοοῦν τας, καὶ διδάσκεις ὅστις ὑπάρχεις. ʹ. "Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν." Μείζονι γὰρ φρονήματι χρησάμενοι κατὰ σοῦ, ἀθρόαν ὑπέμειναν ταραχὴν, διὰ τὴν τῆς ψυ χῆς ἀφροσύνην, καὶ ἀδεῶς καθεύδειν ὑπολαβόντες, τῆς ἐλπίδος ἐψεύσθησαν. Τὸν γὰρ ὕπνον θάνατος διεδέξατο. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει, ὅτι ἀνα στάντες εὗρον ἅπαντα τὰ σώματα νεκρά. "Πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὑτῶν." Ὁ δὲ Σύμμαχος οὕτως· Πάντες οἱ ἄνδρες οἱ ἰσχυροὶ τὰς χεῖρας αὐτῶν. Οὐδὲν αὐτοὺς, φησὶν, ὤνησε τῶν χειρῶν ἡ ῥώμη, δι' ἧς τὸν ἁπάντων ἁρπάσειν προσεδόκησαν πλοῦτον. Καὶ διδάσκων τί δήποτε οὐ δὲν ἐντεῦθεν ἀπώναντο, ἐπήγαγεν· ζʹ. "Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις." Ἔνευσας, φησὶ, καὶ παραχρῆμα κατέπεσον οἱ τὴν ἱππικὴν εἰδέναι ἀλαζονευόμενοι τέχνην. ∆ιὰ δὲ τοῦ ἐνύστα ξαν τὴν τοῦ θανάτου ἐδήλωσεν εὐκολίαν. Καθάπερ γὰρ ὁ νυστάζων ῥᾳδίως ἐθελήσας καθεύδει, οὕτως ἐκεῖνοι σύντομον ἐδέξαντο τοῦ βίου τὸ πέρας. ηʹ. "Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι;" Τίς γὰρ ἱκανὸς ἀντιστῆναί σοι, καὶ διαφυγεῖν τὴν ἐπαγομένην παρὰ σοῦ τιμωρίαν; "Ἀπὸ τότε ἡ 80.1476 ὀργή σου." Εὐθὺς τῆς βλασφημίας ἀκούσας, ἠδύ νασο τοὺς ἀλιτηρίους κολάσαι, ἀλλ' ἐμακροθύμησας προσμένων τὴν μεταβολήν. θʹ. "Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν." Ἄνωθεν, φησὶν, ἐκφέρεις τὰς ψήφους καθ' ὧν ἐθέλεις. Τὸ μέντοι "ἠκούτισας," ἀκουστὴν ποιήσεις ὁ Σύμμαχος εἴρηκεν. "Γῆ ἐφοβήθη, καὶ ἡσύχασεν, [ιʹ] ἐν τῷ ἀναστῆ ναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς." ∆έους, φησὶν, ἐπλήσθησαν ἅπαντες, καὶ τῆς καθ' ἡμῶν ἐπαύσαντο προσβολῆς, θεασάμενοί σε καθάπερ τινὰ δικαστὴν, κατ' ἐκείνων μὲν ἐξενεγκόντα τὴν ψῆφον, τοὺς δὲ ὀρθοῖς λογι σμοῖς χρησαμένους, καὶ τὴν σὴν βοήθειαν ἀπαγγεί λαντας, τῆς σωτηρίας τετυχηκότας. ιαʹ. "Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι." Τούτων ἀπολαύσαντες τῶν ἀγαθῶν, εἰς ὑμνῳδίαν ἀφιεροῦμεν τοὺς λογισμοὺς, οὐδὲ βραχὺ αὐτῶν μό ριον εἰς ἑτέραν ἀσχολοῦντες φροντίδα. ιβʹ. "Εὔξασθε, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν." Ἀλλήλοις ἐγκελεύονται καὶ ὑποσχέσθαι δῶρα, καὶ πληρῶσαι τὰς ὑποσχέσεις. Αἰσχρὸν γὰρ καὶ ἀγνωμοσύνης μεστὸν, τοὺς μὲν ὁμόρους ἅπαν τας τοῦτο δράσαι διὰ τὸ δέος, τοὺς δὲ τῆς εὐεργε σίας τετυχηκότας ἀχαριστίᾳ νοσῆσαι. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσε. "Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα τῷ φο βερῷ, [ιγʹ] καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς." Κομιοῦσι δὲ τὰ δῶρα, ὑπὸ τῶν γεγενημένων ἐκδειματωθέν τες θαυμάτων, καὶ διὰ τῶν πραγμάτων μεμαθη κότες, ὡς οὗτος ἀληθῶς ὑπάρχει Θεὸς, ὁ καὶ τοῖς δυναστεύουσι, καὶ τῆς γῆς βασιλεύειν ὑπειληφόσι, θάνατον ἐπάγων.
ΕΡΜΗΝ. ΤΟΥ Οʹ ΨΑΛΜΟΥ. α. "Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺμ, ψαλμὸς τῷ Ἀσάφ." Ὁ δὲ Σύμμαχος, διὰ
Ἰδιθούμ. Χορὸνδὲ καὶ αὐτὸς ἐπεπίστευτο τὸν Θεὸν ἀνυμνούντων· τοῦτον τοίνυν ὁ Ἀσὰφ, ἢ αὐτὸς εἰρηκὼς, ἢ τῇ τοῦ ∆αβὶδ ὑπουργῶν προφητείᾳ. Ἀποφήνασθαι γὰρ περὶ τῶν ἀμφιβαλλομένων οὐκ ἀκίνδυνον. Προλέγει δὲ τῶν ἐν Βαβυλῶνι δουλεύειν