174
ὑγιαίνων διατελοίης, πάτερ τιμιώτατε, φέρων τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ὑπὲρ οὗ καὶ δι' ὃν ἡ ἐξορία καὶ ἡ κακοπάθεια, ἥ τε ἀφαίρεσις τῶν οἰκείων καὶ ἡ ἀπαλλοτρίωσις τῶν ἰδίων. δέχῃ ἀκοὰς θλιπτικὰς τῶν εἰς τὰ τοῦ μοναστηρίου παρανομούντων· καὶ οἶδα ὅτι δριμύττει ὁ λόγος (πῶς γὰρ οὔ;), ὧν ἐστι κόπος χειρῶν σου, ἱδρὼς ἀγώνων, ὕπαρξις γονέων, πολλῶν ἄλλων εἰσφοραὶ καὶ συγκομιδαί, ἐπειδὴ καὶ ἦρξας ἐν βασιλικοῖς πράγμασιν, ὀψώνια καὶ σιτηρέσια οὐκ ὀλίγα λαβών, καθότι καὶ ἐξ εὐγενῶν ἔφυς καὶ ἐκ συγγενῶν συνεκροτήθης καὶ πολυούσιον ἐτεκτήνω ἀσκητήριον. Ἀλλὰ τί δεῖ παθεῖν, οὕτως τοῦ καιροῦ ἐνεγκόντος; θάρσει οὖν, ὦ τιμιώτατε, ὅτι καὶ ταῦτα ἀπολήψῃ μικρὸν ὕστερον, ἡνίκα δοκιμάσῃ τῷ ἱκανῷ τοῦ πειρασμοῦ ὡς ἐν πυρὶ τὸ δοκίμιον τῆς πρὸς αὐτὸν ἡμῶν πεποιθήσεως ὁ ἀγαθὸς θεός· καὶ ἔτι κρείττονα καὶ μένουσαν ἐν οὐρανοῖς ὕπαρξιν ταμιεύσοιτό σοι Χριστὸς ἀνθ' ὧν νῦν κατέλιπες πάντα δι' αὐτόν, κλέος ἀπενεγκάμενος αἰώνιον ἔν τε τῷ μοναδικῷ τάγματι καὶ ἐν πάσῃ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ. μὴ οὖν, παρακαλῶ, καταξαινέτω τὴν καρδίαν ἡ μνήμη καὶ ἀγγελία τῶν λυπηρῶν· γέγραπται γάρ, ὑπομιμνήσκω, οὔπω μέχρις αἵματος ἀντεκατέστημεν πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. δυνατὸς δὲ ὁ θεὸς ποιῆσαι σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τῆς ἐλπίδος καὶ πιστός ἐστιν εἰς μαρτύριον ἡμῖν λογίσασθαι καὶ τὰ φθάσαντα καὶ φθάζοντα. ∆ιὸ ὑπομονῆς ἡμῖν χρεία ἔτι, ὦ πάτερ, ἵνα κομισώμεθα τὰς ἐπηγγελμένας παρὰ θεῷ ὑποσχέσεις. ἀπέχω δὲ καὶ ὑπεραπεδεξάμην τὴν ἐφ' οἷς ᾐτησάμην σου πειθὼ εἵνεκα τῆς ἀληθείας ὁμολογίαν καὶ συγκατάθεσιν· καὶ λογισθείη σοι εἰς χάριν, εἴπω, καὶ συγγνώμην τῶν ὀφληθέντων κατὰ κοινοῦ, ἐπειδὴ τοῦτο καὶ ὁ τῆς ἱεραρχίας κορυφεὺς οὐκ ἐπῃσχύνθη ὡμολογηκέναι θεῷ τε καί τισιν. ἀλλ' ἄγε τὸν λόγον ἐπὶ τοὺς καθ' ἡμᾶς λογάδας. ποῦ ποτέ εἰσιν οἱ περὶ τὸν ἀββᾶν Ἰωσήφ, οἱ καὶ νῦν προσχήματι οἰκονομίας ἀσεβήσαντες καὶ ἀπορραγέντες οὐ μόνον ἡμῶν τῶν ταπεινῶν, ἀλλὰ γὰρ καὶ τῆς κεφαλῆς; καὶ ὃν τὰ πρῶτα εἰς πρόσωπον εὐλόγουν, ἐφάνησαν οὐ συνημμένοι αὐτῷ πνεύματι, ἀλλὰ κατὰ ἄνθρωπον· δεξάμενοι γὰρ καὶ κεκοινωνηκότες τῷ ἀντιθέτῳ καὶ χριστομάχῳ ἀπώσαντο σὺν Χριστῷ καὶ τὸν ἀληθινὸν ἡμῶν πατριάρχην. ἴδοι Κύριος καὶ ἐπισκέψοιτο τὴν ἐκκλησίαν αὐτοῦ ἐν τάχει, λελυμασμένην συΐ ἀγρίῳ, δῆλον ὅτι σαῖς προσευχαῖς καὶ πάντων ἁγίων ἱλεούμενος. μνημονεύειν μου τοῦ ἁμαρτωλοῦ μὴ ἐπιλάθῃ, ὦ ποθητέ, ὅπως ῥυσθείην ἀπὸ παντὸς ἔργου πονηροῦ, ἑπόμενος ὑμῖν κατόπιν, τοῖς ὁμολογηταῖς Χριστοῦ. 269 {1Γρηγορίῳ τέκνῳ}1 Ἄρτι ἀποκρίνομαι πρὸς ἃ ἐπέστειλας πάλαι, τέκνον, καὶ ἀποκρίνομαι οὐκ ἐξ ὧν ἔγραψας ὅτι μηδὲ κατὰ λόγον ὑποταγῆς, ἀλλὰ ἀφ' ὧν διήγγελμαι, ὅτι κρίμα μοι ἐπήρτηται ποιμενικὸν καὶ οὐαί μοι τῷ ἀθλίῳ, εἰ μὴ ἀρκούντως ἀναγγείλοιμι. εἰ μὲν γὰρ ἑώρων πρὸς μὴ γεγονότα ἐν ὑπακοῇ μου εἶναι τὸν λόγον, οὐδὲ ἅπαξ τυχὸν ἐδεοίμην λέγειν· ἐπειδὴ δὲ πρὸς τοιοῦτον, ὡς ὑπὸ μάρτυρι θεῷ καὶ ἀγγέλοις καὶ πάλιν μοι τὸ γράμμα ὁμοῦ μὲν παρακλητικόν, ὁμοῦ δὲ καὶ διαγγελτικόν, καὶ οἶδ' ὅτι πρὸς ἔχοντα οὖς ἀκουστικὸν διαλέξομαι. Ἀδελφὲ Γρηγόριε, μνήσθητι ἡμερῶν ἀρχαίων, μνήσθητι ἀναθέσεως υἱϊκῆς, μνήσθητι ἀγαπήσεώς μου, ταπεινῆς μέν, ἀληθινῆς δέ, ὡς πάντες ἴσασι· μνήσθητι ὅτι βασιλεῖς καὶ ἀρχιερεῖς οὐχ εὗρον ἰσχὺν διασχίσαι ἡμᾶς ἐξ ἀλλήλων πολλοῖς τρόποις κινηθέντες, τοῦ συνδέσμου τῆς ἀγάπης οὐδαμῶς ῥηγνυμένου. εἶτα, ὅτε πολλοὶ οἱ πολεμοῦντες καὶ πλείους οἱ ἀγῶνες, ἀήττητοι καὶ νικηταὶ καὶ ἀδιαίρετοι, ὁπότε δὲ παῦλα, τότε ἧττα καὶ διαίρεσις; φεῦ τῆς ταλαιπωρίας μου, ἀβάλε τῆς δαιμονικῆς ἐπηρείας· οἷος ἦς ὀχυρὸς ἐξ ὧν ἔδρασας ἐν ὑποταγῇ, τίμιος, ἀξιόπιστος, περιφανής, πολλὰ τὰ ἕδνα προσφέρων τοῖς ἐντυγχάνουσιν. τί τὸ γεγονός, τέκνον μου; τί τὸ διατεμόν σε, σπλάγχνον μου; ὅτι ἐλύπησά σε ἐπιτιμῶν, κόπτων τὸ θέλημά σου; ὁμολογῶ, ἀλλὰ διὰ θεὸν καὶ ψυχήν· εἰ δὲ καὶ ἀδίκως τυχόν, σύγγνωθι. μνήσθητι δὲ