174
Ἀβιμέλεχ ὑποτάξας πάντας. ʹ. ηʹ. εʹ. Τούτῳ τῷ ἔτει τὴν πρὸς Ἀβιμέλεχ εἰρήνην Ἰουστινιανὸς ἐξἀνοίας ἔλυσεν· καὶ γὰρ τὴν Κυπρίων νῆσον ἀλόγως μετοικίσαι ἐσπούδασε καὶ τὸ σταλὲν χάραγμα παρὰ Ἀβιμέλεχ νεοφανὲς ὂν καὶ μηδέποτε γεγονὸς οὐ προσεδέξατο. πλῆθος δὲ Κυπρίων περώντων κατεποντίσθη, καὶ ἀπὸ ἀρρωστίας ὤλοντο· καὶ οἱ λοιποὶ ἐστράφησαν εἰς Κύπρον. καὶ ἀκούσας ταῦτα Ἀβιμέλεχ, ὑποκριθεὶς σατανικῶς παρεκάλει μὴ λυθῆναι τὴν εἰρήνην, ἀλλὰ δεχθῆναι τὴν αὐτοῦ μονήταν, ὡς τῶν Ἀράβων μὴ καταδεχομένων τὴν τῶν Ῥωμαίων χαραγὴν ἐν τοῖς ἰδίοις νομίσμασιν, τῆς ὁλκῆς τοῦ χρυσοῦ διδομένης καὶ μηδεμιᾶς ζημίας τοῖς Ῥωμαίοις γινομένης ἐκ τοῦ νέα χαράσσειν Ἄραβας. ὁ δὲ τὴν παράκλησιν εἰς φόβον νομίσας, οὐκ ἐννοήσας, ὅτι τὸ σπουδαζόμενον αὐτοῖς ἦν παῦσαι τὴν τῶν Μαρδαϊτῶν ἐπαγωγήν, καὶ οὕτω διὰ δοκουμένης εὐλόγου προφάσεως λῦσαι τὴν εἰρήνην· ὃ καὶ ἐγένετο. καὶ ἀπέστειλεν Ἀβιμέλεχ οἰκοδομῆσαι τὸν τοῦ Μάκκα ναόν. καὶ ἠθέλησεν ἐπᾶραι τοὺς κίονας τῆς ἁγίας Γεθσημανῆ. καὶ παρεκάλεσεν αὐτὸν Σέργιός τις ἀνὴρ χριστιανικώτατος, ὁ τοῦ Μανσοῦρ, γενικὸς λογοθέτης καὶ λίαν ᾠκειωμένος τῷ αὐτῷ Ἀβιμέλεχ, καὶ Πατρίκιος, ὁ τούτου ἐφάμιλλος τῶν κατὰ τὴν Παλαιστίνην Χριστιανῶν προύχων, ὁ ἐπίκλην Κλαυσῦς, αἰτούμενοι μὴ γενέσθαι τοῦτο, ἀλλὰ δι' ἱκεσίας αὐτῶν πεῖσαι Ἰουστινιανὸν ἀποστεῖλαι ἄλλους ἀντ' αὐτῶν· ὅπερ καὶ γέγονεν. ζʹ. θʹ. ʹ. Τούτῳ τῷ ἔτει Ἰουστινιανὸς ἐπελέξατο ἐκ τῶν μετοικισθέντων 366 ὑπ' αὐτοῦ Σκλάβων καὶ ἐστράτευσε χιλιάδας λʹ καὶ ὁπλίσας αὐτοὺς ἐπωνόμασεν αὐτοὺς λαὸν περιούσιον, ἄρχοντά τε αὐτῶν Νέβουλον τοὔνομα. θαρρήσας δὲ εἰς αὐτοὺς γεγράφηκε τοῖς Ἄραψι μὴ ἐμμένειν αὐτὸν τῇ ἐγγράφως συμφωνηθείσῃ εἰρήνῃ. καὶ παραλαβὼν τὸν περιούσιον λαὸν καὶ πάντα τὰ καβαλλαρικὰ θέματα ἐπορεύθη ἐν Σεβαστοπόλει τῇ παρὰ θάλασσαν. τῶν δὲ Ἀράβων ὑποκρινομένων καὶ μὴ αἱρουμένων λῦσαι τὴν εἰρήνην, ἀλλὰ τῇ βασιλικῇ αἰτίᾳ καὶ προπετείᾳ τοῦτο πρᾶξαι ἀναγκαζομένων, ὁπλισθέντες καὶ αὐτοὶ παρεγένοντο ἐν Σεβαστοπόλει, προμαρτυρούμενοι τῷ βασιλεῖ τὰ μεθ' ὅρκων ἀναμεταξὺ αὐτῶν συμφωνηθέντα μὴ διαστραφῆναι· ἐπεί τοί γε ἔκδικος καὶ κριτὴς ὁ θεὸς τῶν αἰτίων γενήσεται. τοῦ δὲ βασιλέως μηδὲ δι' ἀκοῆς τὰ τοιαῦτα ἀνασχομένου, ἀλλὰ πρὸς μάχην μᾶλλον κατεπείγοντος, τὸν τῆς εἰρήνης ἔγγραφον λόγον λύσαντες καὶ ἐπὶ ὑψηλῆς ἄστας ἀντὶ φλαμούλου προάγειν κρεμάσαντες κατὰ τῶν Ῥωμαίων ὥρμησαν, Μουάμεδ στρατηγὸν ἔχοντες, καὶ συνέβαλον πόλεμον. καὶ τὸ μὲν πρῶτον ἡττήθησαν Ἄραβες. ὑποβαλὼν δὲ Μουάμεδ τῷ συμμαχοῦντι Ῥωμαίοις στρατηγῷ τῶν Σκλάβων, πέμπει αὐτῷ κούκουρον γέμον νομισμάτων, καὶ πολλαῖς ὑποσχέσεσι τοῦτον ἀπατήσας πείθει προσφυγεῖν πρὸς αὐτοὺς μετὰ καὶ κʹ χιλιάδων Σκλάβων, καὶ οὕτω Ῥωμαίοις τὴν φυγὴν περιεποιήσατο. τότε Ἰουστινιανὸς ἀνεῖλε τὸ τούτων ἐγκατάλειμμα σὺν γυναιξὶ καὶ τέκνοις παρὰ τῷ λεγομένῳ Λευκάτῃ, τόπῳ κρημνώδει καὶ παραθαλασσίῳ κατὰ τὸν Νικομηδειάσιον κόλπον κειμένῳ. ηʹ. ιʹ. ζʹ. Τούτῳ τῷ ἔτει Σαββάτιος, ὁ πατρίκιος Ἀρμενίας, μαθὼν τὴν τῶν Ῥωμαίων ἧτταν τὴν Ἀρμενίαν παρέδωκε τοῖς Ἄραψιν, καὶ ὑπετάγηαὐτοῖς καὶ ἡ ἔσω Περσίς, ἡ λεγομένη Χωρασάν, καὶ φύεται ἐκεῖσε παράβουλος ὀνόματι Σαβῖνος, καὶ πολλοὺς τῶν Ἀράβων ἀπέκτεινε καὶ αὐτὸν τὸν Χαγάνον παρ' ὀλίγον τελείως ποταμόπνικτον ἐποίει. 367 ἔκτοτε ἐπὶ πλεῖον θρασυνθέντες οἱ Ἀγαρηνοὶ τὴν Ῥωμανίαν ἐλυμήναντο. Κόσμου ἔτη ρπʹ. Τῆς θείας σαρκώσεως ἔτη χπʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ιʹ. θʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. ιαʹ. Κωνσταντ. ἐπίσκοπος Καλλίνικος ἔτη ιβʹ. αʹ. Τούτῳ τῷ ἔτει ἔκλειψις γέγονεν ἡλίου μηνὶ Ὑπερβερεταίῳ εʹ ἡμέρᾳ αʹ ὥρᾳ γʹ, ὥστε φανῆναί τινας λαμπροὺς ἀστέρας. καὶ ἐπεστράτευσε Μουάμεδ τὴν Ῥωμανίαν, ἔχων μεθ' ἑαυτοῦ τοὺς πρόσφυγας Σκλάβους ὡς ἐμπείρους τῆς Ῥωμανίας, καὶ πολλοὺς ᾐχμαλώτευσεν. ἐγένετο δὲ καὶ ἀναίρεσις τῶν χοίρων ἐν Συρίᾳ. Ἰουστινιανὸς δὲ εἰς