175
ἐν Χριστῷ διακονίας καὶ ὑπηρεσίας, παντὸς τοῦ πληρώματος τῆς Ἐκκλησίας δεηθῶμεν, ὅπως ὁ Κύριος πάντας διατηρήσῃ καὶ διαφυλάξῃ. Ὑπὲρ τῶν βασιλέων καὶ τῶν ἐν ὑπεροχῇ δεηθῶμεν, ἵνα εἰρηνεύηται τὰ πρὸς ἡμᾶς, ὅπως ἤρεμον καὶ ἡσύχιον βίον ἔχοντες διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τῶν ἁγίων μαρτύρων μνημονεύσωμεν, ὅπως κοινωνοὶ γενέσθαι τῆς ἀθλήσεως αὐτῶν καταξιωθῶμεν· ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων δεηθῶμεν. Ὑπὲρ τῆς εὐκρασίας τῶν ἀέρων καὶ τελεσφορίας τῶν καρπῶν δεηθῶμεν. Ὑπὲρ τῶν νεοφωτίστων δεηθῶμεν, ὅπως βεβαιωθῶσιν ἐν τῇ πίστει· πάντες ὑπὲρ ἀλλήλων παρακαλέσωμεν. Ἀνάστησον ἡμᾶς, ὁ Θεός, ἐν τῇ χάριτί σου. Ἐπανα στάντες ἑαυτοὺς τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα. Καὶ ὁ ἐπίσκοπος λεγέτω· Ὁ Θεὸς ὁ μόνος, ὁ μεγαλώνυμος, ὁ μέγας τῇ βουλῇ καὶ κραταιὸς τοῖς ἔργοις, ὁ Θεὸς καὶ Πατὴρ τοῦ ἁγίου Παιδός σου Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν, ἐπίβλεψον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὸ ποίμνιόν σου τοῦτο, ὃ δι' αὐτοῦ ἐξελέξω εἰς δόξαν τοῦ ὀνόματός σου· καὶ ἁγιάσας ἡμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καταξίωσον, καθαροὺς γενομένους ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, τυχεῖν τῶν προκειμένων ἀγαθῶν· καὶ μηδένα ἡμῶν ἀνάξιον κρίνῃς, ἀλλὰ βοηθὸς ἡμῶν γενοῦ, ἀντιλήπτωρ, ὑπερασπιστὴς διὰ τοῦ Χριστοῦ σου, δι' οὗ σοὶ δόξα, τιμή, αἶνος, δοξολογία, εὐχαριστία ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ μετὰ τὸ πάντας εἰπεῖν· Ἀμήν, ὁ διάκονος λεγέτω· Πρόσχωμεν. Καὶ ὁ ἐπίσκοπος προσφωνησάτω τῷ λαῷ οὕτως· Τὰ ἅγια τοῖς ἁγίοις. Καὶ ὁ λαὸς ὑπακουέτω· Eἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρὸς ἐν ἁγίῳ Πνεύματι· εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας· ἀμήν. ∆όξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώ ποις εὐδοκία· ὡσαννὰ τῷ Υἱῷ ∆αυὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου Θεὸς Κύριος καὶ ἐπεφάνεν ἡμῖν, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Καὶ μετὰ τοῦτο μεταλαμβανέτω ὁ ἐπίσκοπος, ἔπειτα οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ οἱ ὑποδιάκονοι καὶ οἱ ἀναγνῶσται καὶ οἱ ψάλται καὶ οἱ ἀσκηταί, καὶ ἐν ταῖς γυναιξὶν αἱ διάκονοι καὶ αἱ παρθένοι καὶ αἱ χῆραι, εἶτα τὰ παιδία, καὶ τότε πᾶς ὁ λαὸς κατὰ τάξιν μετὰ αἰδοῦς καὶ