ἀλλὰ καὶ ἐκεῖ οὐκ ἀπεοίκασι τὸ ἔφατο καὶ τὸ ἐξονόμαζεν. οὐ γὰρ ἁπλῶς ὠνόμηνε κλητικῶς ἡ Ἥρα τὸν Ὕπνον, ἀλλὰ τὸ μὲν Ὕπνε διὰ τὴν τῆςπροσλαλιᾶς φύσιν προέθετο, τὸ δὲ πᾶν αὐτῆς φάσθαι καὶ ἐξονομάσαι ἐστίν, ἤγουν εἰς πλάτος ὁμιλῆσαι ἃ θέλει.] (ῃ. 2) Ὅρα δὲ καὶ τὴν συντομίαν τοῦ «ᾧ ἔνι πάντα τετεύχαται», ὅπερ ἐστὶν ἐπιτομὴ τοῦ «ἔνθ' ἔνι μὲν φιλότης» 3.623 καὶ τοῦ ἑξῆς τῶν δύο στίχων. καὶ ἔστιν ὅμοιον τῷ «τὰ δ' ἀθρόα πάντα τετύχθω» ἐν Ὀδυσσείᾳ. ∆ῆλον δ' ὅτι τοῦ «πάντα τετεύχαται» ἐντελέστερον ἦν ἀνωτέρω τὸ «θελκτήρια πάντα τέτυκτο», καὶ ὅτι ταὐτὸν θέμα τῷ τέτυκτο καὶ τῷ τετεύχατο. τὸ τεύχω γάρ. (ῃ. 2 ς.) Τὸ δὲ «οὐδέ σέ φημι ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σαῖς μενοινᾶς» ῥηθήσεταί ποτε πρὸς τὸν τευξόμενον οὗπερ αἱρεῖται, ὥσπερ πρὸς τὸν τοιαῦτα ζητοῦντα, ἐφ' οἷς οὐκ ἔστι μὴ εἰσακουσθῆναι, καλὸν ῥηθῆναι τὸ «οὐκ ἔστιν οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι», ὅπερ δύο κεφαλαίων ἐστὶν ἐνδεικτικόν, τοῦ μὲν δυνατοῦ ἐν τῷ «οὐκ ἔστι», τοῦ δὲ πρέποντος ἐν τῷ «οὐδὲ ἔοικε», διὰ τὸ τοῦ προσώπου δηλαδὴ ἔνδοξον. Ἐνταῦθα δὲ καὶ συλλογισμὸς κεῖται διὰ τοῦ ἐπαγαγεῖν «Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις». μονονουχὶ γάρ φησιν, ὅτι σὺ γυνὴ τοῦ ἀρίστου, ταῖς δὲ τῶν ἀρίστων ὑπακουστέον, σοὶ ἄρα ὑπακουστέον. Ὅτι δὲ ἡ Ἥρα χαίρει ἀκούσασα, ὡς οὐκ ἄπρακτος παλιννοστήσει ὡς οἷα κληδόνι τῷ λόγῳ πιστεύσασα, καθά που καὶ Ὀδυσσεὺς ἐν Ὀδυσσείᾳ καὶ Τηλέμαχος χαίρουσι φήμης τινὸς ἀκούσαντες καὶ κληδονισάμενοι, προσεχῶς που καὶ αὐτὸ εἴρηται. (ῃ. 225-30) Ὅτι ἐν τῷ «Ἥρη δ' ἀΐξασα λίπε ῥίον Οὐλύμποιο, Πιερίην δ' ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν σεύατο», ἤγουν ὥρμησεν, «ἐφ' ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα, ἀκροτάτας κορυφάς, οὐδὲ χθόνα μάρπτε ποδοῖϊν. ἐξ Ἄθοω δ' ἐπὶ πόντον ἐβήσατο κυμαίνοντα, Λῆμνον δ' εἰσαφίκανε πόλιν θείοιο Θόαντος». Ἐν τούτοις γοῦν καθεξῆς ὀνομάζει τὰς χώρας καὶ εὐτάκτως τῇ περιηγήσει χωρεῖ, καὶ οὐχ', ὡς ἐν τῷ Καταλόγῳ, συγχέει τὰς τάξεις τῶν τόπων. καὶ ἐν Ὀδυσσείᾳ δέ, ὅπου Φηρὰς εἶπε καὶ Ἤλιδα καὶ Ἐπειοὺς καὶ νήσους θοάς, τοὺς τόπους ὡς ἔχουσι τάξεως ἐκτίθεται. (ῃ. 226) Πιερίαν δὲ οἱ μὲν ἀκρώρειάν τινα εἶπον Ὀλύμπου, οἱ δὲ χώραν ἀπὸ νύμφης ὁμωνύμου, ἢ ἀπὸ Πίερος υἱοῦ Ἐλευθῆρος, οἱ δὲ πόλιν. Τὸ δὲ «Πιερίην ἐπιβᾶσα» ἢ ἀναστροφὴν ἔχει, ἵνα ᾖ «ἐπὶ Πιερίαν βᾶσα», ἢ ἀρχαϊκῶς αἰτιατικῇ συντέτακται. Ἠμαθία δὲ ἡ Μακεδονία ἀπὸ Ἀμάθου τινός. Φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι Μακεδὼν ὁ τοῦ ∆ιός, ἀφ' οὗ Μακεδονία ἡ χώρα, παῖδας ἴσχει δύο, Ἄμαθον καὶ Πίερα, ἀφ' ὧν Ἠμαθία καὶ Πιερία πόλεις ἐν Μακεδονίᾳ. (ῃ. 227) Ἱπποπόλους δὲ καὶ ἐνταῦθα τοὺς Θρᾷκας ὡς ἱππικοὺς καὶ μαχίμους φησίν, καὶ ἡ τραγῳδία δὲ φιλίππους λέγει αὐτούς, μαρτυροῦσα καὶ τῷ «νιφόεντα ὄρη», ὁποῖα καὶ τὰ κατὰ τὸν Αἷμον, ἐν τῷ χιονώδη τὴν Θρᾴκην εἰπεῖν. (ῃ. 228) Τὸ δὲ «ἀκροτάτας κορυφάς» 3.624 διὰ σαφήνειάν τε κεῖται, ἵνα δῆλον εἴη, ποῦ μυθικῶς περιεπάτει τῶν ὀρέων, καὶ πρὸς πιθανότητα δὲ τάχους. οὕτω γὰρ ἂν διὰ τὸ τοῦ καιροῦ κατεπεῖγον ἡ Ἥρα ταχὺ κινοῖτο, μὴ περὶ φάραγγας ὀρέων καὶ λαγόνας τρίβουσα χρόνον, μήτ' ἄλλως περιοδεύουσα. διὸ καὶ ἐπάγει, ὡς οὐ χθόνα ἔμαρπτε ποσίν, ἤγουν οὐχ' ἥπτετο γῆς, ἀλλ' ἀπὸ κορυφῆς εἶχεν αὐτὴν ἑτέρα κορυφή. πρέπει δὲ τὸ τοιοῦτον ὕψος τῇ Ἥρᾳ διά τε τὸ χρῆναι οὕτω σεμνότερον αὐτὴν κινεῖσθαι, θεὰν οὖσαν κατὰ τὸν μῦθον, καὶ ὅτι ἀὴρ οὖσα κατὰ ἀλληγορίαν ὑπεραίρεσθαι τῶν ὀρέων καὶ οὐ κάτω διατρίβειν ἐθέλει κατὰ τὸν παρ' ἡμῖν λιμνάζοντα. Μάρπτειν δὲ εἰ καὶ νῦν ἐπὶ ἁφῆς τῆς διὰ ποδῶν, ἀλλ' ὡς ἐπὶ πολὺ ἐπὶ χειρῶν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ὅθεν καὶ εὐμάρεια κατὰ τοὺς παλαιοὺς ἡ εὐχέρεια, ἡ ῥᾳστώνη. Ἴωνες δὲ τὸ περί τινα τῶν ἀναγκαίων τῷ σώματι ἐκκρίσεων ἀσχοληθῆναι, οἷον οὐρῆσαι, φασίν, ἢ ἀποπατῆσαι, εὐχέρειαν ἐκάλουν. (ῃ. 229) Ἄθως δὲ τὸ ὄρος ἀπὸ Ἄθω Γίγαντος, ᾧ Ποσειδῶν, φασί, τὸ ὄρος ἐπέθετο. τοῦτο δὲ Ξέρξης διώρυξέ ποτε καταπλήττων τοὺς Ἕλληνας. τριακοσίους δέ, φασί, σταδίους Λήμνου ἀπέχων ὁ Ἄθως ὅμως σκιάζει αὐτήν. ὅθεν καὶ παροιμία «Ἄθως σκιάζει νῶτα Λημνίας βοός». [∆όξειε δ' ἂν τεθῆναι