1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

175

κόσμου ἦν ἔτος εφςʹ. Αὔγουστος Ἀρχέλαον μὲν υἱὸν Ἡρώδου Ἰουδαίων ἐθνάρχην κατέστησε,τοὺς δὲ ἄλλους ἀδελφοὺς αὐτοῦ τέσσαρας ὄντας, Ἡρώδην ὁμώνυμον τῷ πατρὶ καὶ Ἀντίπατρον τῷ πάππῳ Λυσανίαν τε καὶ Φίλιππον, τετράρχας ἀνέδειξεν. Ἰστέον ὅτι διάφορα εὐαγγέλια γέγραπται, ἐξ ὧν τέσσαρα μόνα κέκριται τοῖς μακαρίοις ἀποστόλοις ἐκκλησιάζεσθαι, καὶ ἄλλοις παιδικὰ τοῦ σω τῆρος ἡμῶν συγγέγραπται, ἐν οἷς αἱ μέχρι δωδεκαετοῦς χρόνου τῆς κατὰ σάρκα ἡλικίας αὐτοῦ τοῦ τῶν αἰώνων ποιητοῦ ἐμπεριφέρονται θαυματουρ 385 γίαι· τὰς γὰρ ὅλας ὑπ' αὐτοῦ τελεσθείσας δυνάμεις ἀδύνατον ἦν γραφῆ ναι διὰ τὸ μηδὲ τὸν κόσμον ὅλον δύνασθαι χωρεῖν καὶ αἰσθητῶς καὶ νοη τῶς τὰ γραφόμενα βιβλία κατὰ τὴν θεολόγου μαρτυρίαν. Λουκᾶς δὲ ὁ σοφώτατος ἐν μέρει ταῦτα σημαίνων οὕτω φησί· τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας, καὶ χάρις θεοῦ ἦν ἐπ' αὐτῷ. καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ' ἔτος εἰς Ἱερουσα λὴμ τῇ ἑορτῇ τοῦ πάσχα. καὶ ὅτε ἐγένετο ἐτῶν ιβʹ, ἀναβαινόντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς, καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ἐπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ. καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ. νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς, καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν. καὶ ἐγένετο μεθ' ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς. ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρί σεσιν αὐτοῦ.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΙΓ Τῆς θείας σαρκώσεως ἔτη ιγʹ Τὰ ὑπόλοιπα τῶν Ῥωμαίων

Καίσαρος Σεβαστοῦ Ὀκταουίου τοῦ καὶ Αὐγούστου Ἐπὶ Καίσαρος Αὐγούστου φιλόσοφοι ἤκμαζον ἐπίσημοι οὗτοι· Βιργί λιος, Σαλούστιος, Λίβιος, Ὁρτένσιος, Τερέντιος, Ὁράτιος, Ἀθηνόδωρος Ταρσεὺς καὶ Σιτίων Ἀλεξανδρεύς. Ἀθηναῖοι στασιάζειν ἀρξάμενοι κολασθέντες ἐπαύσαντο. Αὔγουστος κρατήσας μετὰ Γάιον Ἰούλιον Καίσαρα τῆς Ῥωμαίων ἀρχῆς τὰ πάντα ἔτη νςʹ, μονοκράτωρ δὲ ἔτη μγʹ, ὡς δὲ ἕτεροι μηʹ, τελευτᾷ τὸν βίον ἐν Ῥώμῃ, καθ' ὃν χρόνον ἔκλειψις ἡλιακὴ γέγονε, λιμός τε κατ 386 έσχε τὴν Ῥωμαίων ἰσχυρά, ὡς πολλῶν δηναρίων τὸν μόδιον τοῦ σίτου πραθῆναι. Ὁ αὐτὸς τοὺς οἰκήτορας Ῥώμης κατὰ πρόσωπον ἀριθμήσας εὗρεν οἰκοῦντας αὐτὴν ἀνδρῶν μυριάδας ιγʹ καὶ χιλίους λζʹ. Τιβέριον δὲ τὸν αὐτοῦ πρόγονον υἱοθετησάμενος, περιφανῆ τῆς ὅλης ἀρχῆς διάδοχον καὶ Ῥωμαίων τρίτον ἀνέδειξεν αὐτοκράτορα· ὃς καὶ ἐβασίλευσεν ἔτη κβʹ. Τὰ ὑπόλοιπα τοῦ δευτέρου ἀλλοφύλου Ἀρχελάου υἱοῦ Ἡρώδου Οὗτος μετὰ θʹ τῆς ἀρχῆς ἔτη εἰς Βίενναν πόλιν Γαλλίας ὑπὸ Ῥωμαίων ἐξορίζεται. Ἰουδαίων γʹ ἀλλόφυλος Ἡρώδης, υἱὸς Ἡρώδου, ἀδελφὸς Ἀρχελάου,ἔτη κδʹ. Οὗτος Ἰωάννην τὸν βαπτιστὴν ἀνεῖλε τῷ ἔτει τῆς αὐτοῦ ἀρχῆς, ἐφ' οὗ καὶ ὁ κύριος ἡμῶν ἑκουσίως δι' ἡμᾶς τὸ σωτήριον πάθος ὑπέστη.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΙΕ Τῆς θείας σαρκώσεως ἔτη ιεʹ Ῥωμαίων γʹ μόναρχος

Τιβέριος ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εφιεʹ. Τῆς μικρᾶς Ἀσίας σεισμῷ ιγʹ πόλεις κατεπτώθησαν, Ἔφεσος, Μαγνη 387 σία, Σάρδις, Μοστινή, Αἰγαί, Ἱεροκαισάρεια, Φιλαδέλφεια, Τμῶλος, Τίμος, Μύρινα, Κύμη, Ἀπολλωνία ∆ία, Ὑρκανία.

ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΚ Τῆς θείας σαρκώσεως ἔτη κʹ Τὴν μὲν κατὰ σάρκα γέννησιν

τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δύο μόνοι τῶν εὐαγγελιστῶν ἱστόρησαν, Ματθαῖος τὸ βασιλικὸν ἐκ τοῦ ∆αβὶδ κατὰ Σολομῶνα καὶ Λουκᾶς τὸ ἱερατικὸν ἐκ τοῦ αὐτοῦ ∆αβίδ, κατὰ Νάθαν υἱὸν αὐτοῦ. τὴν δὲ ἄχρονον γέννησιν ἐκ