175
προσώπου ∆ομενίκου βασιλέα προσκυνήσειν. ὅσοι δὲ τῶν ἐπιφανεστέρων ἦσαν ἐν Φωκαίᾳ πολιορκούμενοι, καὶ τὸν υἱὸν Σαρχάνη καὶ τοὺς ἄλλους, ὅσοι ἦσαν σὺν αὐτῷ, ὥσπερ δῶρον ἐπαγόμενοι, ἥκουσιν εἰς βασιλέα. προσκυνήσαντάς τε καὶ περὶ ὧν κατὰ τὸν πόλεμον ἐξήμαρτον τυχεῖν συγγνώμης δεηθέντας βασιλεὺς μὲν ἡμέρως προσεδέξατο καὶ προσηνῶς, συγγνώμην τε παρέσχετο εὐθὺς καὶ ὅσα πρότερον ἐπηγγείλατο αὐτοῖς ὁ μέγας δομέστικος ἔργῳ ἐπληροῦτο, καὶ αὐτῶν Μιτυλήνην παραδόντων βασιλεῖ, ἐκβληθέντων τῶν φρουρῶν· Σαρχάνῃ τε ὁ βασιλεὺς τὸν παῖδα ἀποδοὺς καὶ τοῖς ἄλλοις 1.495 Πέρσαις, χάριτας αὐτῷ πολλὰς τῆς ἐλευθερίας τῶν παίδων ἕνεκα ὁμολογοῦσιν, αὐτὸς εἰς Βυζάντιον ἀπέπλευσε, Λέσβον ὑπὸ Λατίνοις ἤδη γεγενημένην Ῥωμαίοις ἀνασώσας. λβʹ. Ὀλίγου δὲ παρελθόντος χρόνου, ἠγγέλλετο ἐκ τῆς ἑσπέρας παρὰ τῶν ἐπιτροπευόντων ἐκεῖ, ὅτι οἱ περὶ Βαλάγριτα καὶ Κάνινα νεμόμενοι Ἀλβανοὶ, εὐχερεῖς ὄντες πρὸς μεταβολὰς καὶ φύσει νεωτεροποιοὶ, ἃς πρὸς βασιλέα ἐποιήσαντο συνθήκας παραβαίνοντες, ταῖς ἐκεῖσε πόλεσιν ἐξ ἐφόδου ἐπιόντες, κακῶς διατιθέασι καὶ λεηλατοῦσιν. οἳ καὶ πρότερον τοιαῦτά τινα ἐτόλμων καὶ συνιστάμενοι πολλοὶ καὶ ἄποροι, τὰς πόλεις κακῶς ἐποίουν ἄχρις ἂν στρατιὰν ἐπ' ἐκείνους πέμψας βασιλεὺς, ἀναγκάσειεν εἰρήνην ἄγειν καὶ τοὺς ἑσπερίους ἀδικεῖν μηδέν. ἐπειδὰν δὲ ἡ στρατιὰ ἐπ' οἴκου διαλυθείη καὶ τὸ θέρος ἐπιγένοιτο, οὐκέτι οἷοί τε ἦσαν ἠρεμεῖν, ἀλλὰ λῃστείαις καὶ φανεραῖς ἐπιδρομαῖς ἐπίεζον τὰς πόλεις τὰς ἐκεῖ. τότε δὲ πολλοί τε καὶ ὁμοίας περὶ τὸ ἀδικεῖν τὰς γνώμας ἔχοντες συστάντες, Βαλάγριτά τε καὶ Κάνινα ἐκακούργουν πάνυ. καὶ φρούριόν τι Σκρεπάριον ὠνομασμένον καὶ τὴν Κλεισοῦραν, Τίμωρον δὲ φρούριόν τι καὶ αὐτὸ ἑσπέριον περὶ Βαλάγριτα ᾠκισμένον παρεστήσαντο ἤδη καὶ βεβαίως εἶχον πρός τε τὰς λῃστείας καὶ τὰς συχνὰς ἀπειρηκὸς ἐπιδρομάς. διὰ ταῦτα οὖν ἐδόκει βασιλεῖ αὐτοῖς ἐπιστρατεύειν. προσεπιγενομένη δὲ ὑπὸ τοῖς αὐτοῖς χρόνοις καὶ ἡ Ἰωάννου τοῦ ∆ούκα τῆς Ἀκαρνανίας ἄρχοντος τελευτὴ μᾶλλον ἐξώρμησε τὸν βα 1.496 σιλέα πρὸς τὴν ἑσπέραν, ἐλπίσαντα Ἀκαρνανίαν ὑποποιήσειν ἑαυτῷ. τοιαῦτα δὲ βουλευομένῳ καὶ συμμαχίαν ἐδόκει δεῖν ἐξ Ἰωνίας μεταπέμπεσθαι Περσικὴν ἕνεκα τῶν Ἀλβανῶν πεζήν. ὄρη γὰρ δυσπρόσοδα νεμόμενοι καὶ μεγάλα καὶ πολλὰς ἔχοντα ἀποφυγὰς καὶ καταδύσεις, οὐ ῥᾳδίως ὑπὸ τῶν ἱππέων βλάπτεσθαι ἐδύναντο, καὶ μάλιστα ἐν θέρει εἰς τὰ ἀκρότατα ἀνιόντες τῶν ὀρῶν, ὅπου καὶ πεζοῖς ἀντιτάξασθαι οὐκ εὐχερὲς διὰ τὴν ὀχυρότητα τοῦ τόπου καὶ τὸ ὑπὲρ κεφαλῆς τοὺς ἐπιόντας τοὺς ἀμυνομένους βάλλειν. καὶ πέμψας πρὸς Ἀμοὺρ, ᾐτεῖτο συμμαχίαν πεζήν. ὁ δὲ ἄσμενός τε προσεδέξατο τὴν πρεσβείαν βασιλέως, ἦν γὰρ ἄγων περὶ πλείστου τὸ κατὰ γνώμην τι βασιλέως πράττειν, καὶ τὴν στρατιὰν εὐθὺς ἔπεμπεν εἰς Θεσσαλονίκην. ἐπεὶ δὲ καὶ ὁ βασιλεὺς τὴν Ῥωμαίων ἄγων στρατιὰν ἀφίκετο ἐκεῖ, καὶ τὴν Περσικὴν παραλαβὼν διὰ Θετταλίας ἐπὶ Ἀλβανοὺς ἐχώρει. καὶ μέχρι Ἐπιδάμνου ἦλθε ληϊζόμενος αὐτούς. διεφθάρησάν τε ἐξ αὐτῶν πολλοί. πυθόμενοι γὰρ τὴν βασιλέως ἔφοδον καὶ νομίσαντες μόνην ἐκ Ῥωμαίων ἱππικὴν εἶναι στρατιὰν, πρὸς τὰ ὄρη κατέφυγον καὶ τὰς δυσχωρίας, οἰόμενοι διαφεύξεσθαι τὸν ὄλεθρον. ἐπελθόντες δὲ οἱ Πέρσαι ψιλοί τε ὄντες καὶ τοξόται, οἷς μάλιστά ἐστι ῥᾳδία ἡ πρὸς τὰς δυσχωρίας μάχη, ῥᾷστά τε ἐκράτησαν αὐτῶν οὐ μόνον διὰ τὸ ἀόπλους ὄντας πόῤῥωθεν βαλλομένους πίπτειν, ἀλλὰ καὶ διὰ τὸ ἄηθες καταπλαγέντας τῶν 1.497 βαρβάρων. καὶ πλείστους τε ἀπέκτειναν αὐτῶν καὶ εἷλον αἰχμαλώτους. ὅσοι δὲ ἠδυνήθησαν διαφυγεῖν τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἐκλιπόντες, ὅπη γῆς ἐκρύπτοντο ἦσαν ἀφανεῖς. γυναῖκας δὲ καὶ παῖδας ἠνδραπόδισαν οἱ Πέρσαι, ὧν μέρος μέν τι οἱ ὁμόφυλοι ἐλύσαντο, ὅσοι μὴ προσκεκρουκότες ἦσαν βασιλεῖ, λύτρα παρασχόμενοι τοῖς Πέρσαις. ἔλυσε δὲ οὐκ ὀλίγους καὶ ὁ βασιλεὺς λύτροις, τῶν οἰκείων προσελθόντων καὶ δεηθέντων· ἔλυσε δ' ἂν καὶ πλείους ἢ σύμπαντας, εἰ πρότερον προσῆλθον, ἕως ἔτι οἱ Πέρσαι συνείποντο μετὰ τῆς ἄλλης στρατιᾶς. ἐπεὶ δὲ