175
ἀκούσας τὸ ονομα, κατεπήδησε τοῦ ιππου καὶ Θάρσει, εφη, ω βασιλεῦ· η γὰρ εἰς τὴν Πάρθων βασιλείαν σε καταστήσω η τῆς ἐμῆς σοι ἐκστήσομαι. ταῦτα ειπε καὶ ἐπὶ τὸν ιππον αὐτὸν ἀνεβίβασεν, αὐτὸς δὲ πεζὸς παρείπετο. καὶ ὁ ̓Αρταβάνης ωμοσεν, εἰ μὴ κἀκεῖνος ἀναβαίη 2.39 τὸν ιππον καὶ προηγοῖτο, ἀποβήσεσθαι καὶ αὐτός. πεισθεὶς δ' ὁ ̓Ιζάτης ἐπὶ τὸν ιππον ηλατο, καὶ πᾶσαν τιμὴν ἀπένειμε τῷ Πάρθῳ, εἰς τὰ βασίλεια ἀγαγών. γράφει τε πρὸς τοὺς Πάρθους τὸν ̓Αρταβάνην δέξασθαι. τῶν δὲ Πάρθων δέξασθαι μὲν συντιθεμένων, μὴ δύνασθαι δὲ καὶ τὴν ἀρχὴν ἀπονεῖμαι ηδη ἑτέρῳ πεπιστευμένην, ὁ Κινάμωνος, τοῦτο γὰρ ὠνόμαστο ὁ τὴν βασιλείαν παρειληφώς, γράφει τῷ ̓Αρταβάνῳ, ὑπ' αὐτοῦ γὰρ ἐτέθραπτο καὶ ην ἀγαθός, παρακαλῶν αὐτὸν ἀφικέσθαι πιστεύσαντα καὶ τὴν ἀρχὴν παραλήψεσθαι. καὶ ὁ ̓Αρτάβανος πιστεύσας ἀπῄει. ὑπήντα ουν αὐτῷ ὁ Κινάμωμος· ος δὴ προσκυνήσας καὶ βασιλέα προσαγορεύσας περιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὸ διάδημα, τῆς ἑαυτοῦ ἀφελόμενος. ουτω δὲ χρόνῳ ἑξαετεῖ εἰς τὴν ἀρχὴν ἀποκαταστὰς ὁ ̓Αρτάβανος οὐκ ἠμνημόνησε τῶν ̓Ιζάτου καλῶν, ἀλλ' ἀμείβεται τοῦτον. Μετὰ δέ τινα χρόνον ̓Αρταβάνου θανόντος Οὐαρδάνης ὁ παῖς ἐκείνου τὴν βασιλείαν περιεζώσατο. καὶ πρὸς ̓Ιζάτην ἐλθὼν συμμαχῆσαι αὐτῷ ἠξίου κατὰ ̔Ρωμαίων· ὁ δὲ οὐκ ἐπείθετο, ἀλλὰ καὶ συνεβούλευε παύσασθαι τῆς ἐπ' ἐκείνους στρατείας καὶ μὴ ἀδυνάτοις ἐπιχειρεῖν. ὁ δὲ πόλεμον τῷ ̓Ιζάτῃ μὴ πειθομένῳ κατήγγειλεν. ἀλλ' οἱ Πάρθοι μαθόντες ὡς ἐπὶ ̔Ρωμαίους στρατεύσειν βούλεται, αὐτὸν μὲν ἀναιροῦσι, τὴν δὲ βασιλείαν τῷ ἀδελφῷ ̓Ικοτάρδῃ διδόασιν· ον ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐολογέσης ὁ ἀδελφός. ̔Ο δὲ τοῦ ̓Ιζάτου ἀδελφὸς Μονόβαζος καὶ οἱ συγγενεῖς ἰουδαΐσαι καὶ αὐτοὶ ἐπεθύμησαν, καὶ τὴν εφεσιν εἰς εργον ἐξήνεγκαν. γίνεται δ' ἡ πρᾶξις αὐτῶν τοῖς ὑπηκόοις κατάφωρος. καὶ γράφουσι πρὸς ̓Αβίαν 2.40 τὸν ̓Αράβων βασιλέα, εἰ στρατεύσοιτο κατὰ τοῦ σφετέρου βασιλέως, χρήματα πολλὰ παρασχεῖν αὐτῷ, ἐπαγγελλόμενοι περὶ τὴν πρώτην συμβολὴν καὶ αὐτοὶ καταλείψειν αὐτόν. πείθεται τούτοις ὁ Αραψ, καὶ πολλὴν ἐπαγόμενος δύναμιν ηκεν ἐπὶ τὸν ̓Ιζάτην. καὶ συμβολῆς γενομένης καταλείπουσι τὸν ̓Ιζάτην οἱ αὐτοῦ ἐκ συνθήματος καὶ νῶτα τρέψαντες εφευγον. γνοὺς δὲ τὴν προδοσίαν ̓Ιζάτης γενομένην ὑπὸ τῶν μεγιστάνων, εἰς τὸ στρατόπεδον ὑπεχώρησε, καὶ εὑρὼν τοὺς αἰτίους ἐκόλασε. τῇ δ' ἐπιούσῃ συμβαλὼν νικᾷ, καὶ εἰς φυγὴν τοὺς Αραβας ετρεψε, τὸν δὲ βασιλέα αὐτῶν εἰς φρούριόν τι συνήλασε διωκόμενον. καὶ ὁ μὲν ἑαυτὸν ἀνεῖλεν ἁλισκόμενος ηδη, τὸ δὲ φρούριον ἑάλω καὶ τὰ ἐν αὐτῷ διηρπάγη. καὶ ̓Ιζάτης εἰς τὰ οἰκεῖα ὑπέστρεψεν. Οἱ δὲ τῶν ̓Αδιαβηνῶν μεγιστᾶνες Οὐολογέσῃ τῷ Πάρθων γράφουσι βασιλεῖ, ἀξιοῦντες ἀποκτεῖναι μὲν τὸν ̓Ιζάτην, καταστῆσαι δὲ σφίσι δυνάστην ἐκ Πάρθων· μισεῖν γὰρ τὸν ἑαυτῶν βασιλέα ξένῃ θρησκείᾳ προσηλυτεύσαντα. ὁ γοῦν Πάρθος αὐτίκα μετὰ πλείστης δυνάμεως ωρμησε, καὶ ὁ ̓Ιζάτης ἀντεστρατοπεδεύσατο. σταλεὶς δέ τις ἐκ τοῦ Πάρθου ελεγε τῷ ̓Ιζάτῃ ὁπόση ἐστὶ τῶν Πάρθων ἡ δύναμις, καὶ ὡς Οὐολογέσης ἀπειλεῖ δίκας εἰσπράξειν αὐτόν, ἀχάριστον περὶ δεσπότας γενόμενον· ῥύσασθαι γὰρ αὐτὸν τῶν αὐτοῦ χειρῶν οὐδὲ τὸν θεὸν ον σέβει δυνήσεσθαι. πρὸς ταῦτα ὁ ̓Ιζάτης τὴν μὲν δύναμιν τῶν Πάρθων γινώσκειν ἀνταπεκρίνατο, εἰδέναι δ' ἀνθρώπων τὸν θεὸν δυνατώτερον. ταῦτα ειπε καὶ ἱκέτευε τὸν θεόν. κατ' ἐκείνην ουν τὴν νύκτα ἐπιστολὰς ὁ Οὐολογέσης δεξάμενος πολεμίους ἐμβαλόντας τῇ Παρθυηνῇ ταύτην πορθεῖν, αὐτίκα σπεύδων 2.41 ἀνέζευξεν απρακτος. καὶ ουτως ̓Ιζάτης προμηθείᾳ θεοῦ τὰς ἀπειλὰς τοῦ Πάρθου διέφυγε. μετὰ δέ τινα χρόνον θνήσκει, πεντήκοντα καὶ πέντε ζήσας ἐνιαυτούς, εικοσι δὲ καὶ τέσσαρας ἀνύσας ἐν τῇ ἀρχῇ· θνήσκει δ' ἐπὶ παισὶν εικοσι καὶ τέσσαρσιν αρρεσι καὶ τοσαύταις θηλείαις. τὴν δ' ἀρχὴν τῷ ἀδελφῷ Μονοβάζῳ κατέλιπεν. Φάδου μέντοι τῆς ̓Ιουδαίας ἐπιτροπεύοντος ἀνήρ τις γόης Θευδᾶς ονομα πείθει τὸν πλεῖστον οχλον ἀναλαβόντα τὰς κτήσεις επεσθαι πρὸς τὸν ̓Ιορδάνην