175
σαρκὸς αὐτῆς τὴν ποιότητα ἐσημάναμεν, ἀλλὰ τὴν ἐνέργειαν, ην διαπράττεται· ἀπὸ γὰρ τοῦ πέτεσθαι στεῤῥὰ ειρηται περιστερά. καθὰ καὶ τὰ ἑξῆς οὐ φυσικὰς, ἀλλ' ἐνεργητικὰς εχουσι τὰς οἰκείας προσηγορίας· οιον ελαφος ἀπὸ τοῦ ἐλεῖν τὰς οφεις· καὶ ετερα δὲ μυρία εστιν εὑρεῖν, ινα μὴ λέγω πάντα τὰ ἐκ τῆς οἰκείας ἐνεργείας εχοντα τὰς οἰκείας προσηγορίας. ἐνέργεια γάρ ἐστιν ἡ τῆς φύσεως δύναμις. οὐ ταυτὸν δὲ ἐνέργεια καὶ ἐνεργητικὸν καὶ ἐνέργημα. ἐνεργητικὸν γὰρ λέγεται αὐτὸ τὸ ον, epsilon.728 τὸ τῆς οὐσίας πρᾶγμα. ἐνέργημα δὲ τὸ ἀποτέλεσμα, οπερ ἀποτελεῖ ἡ ἐνέργεια τοῦ ἐνεργοῦντος· ἐνέργημα θεοῦ ὁ οὐρανὸς, ὁ αγγελος, ὁ ανθρωπος καὶ πᾶσα ἡ κτίσις. ἐνέργεια δὲ ειρηται διὰ τὸ ἐν εργοις ειναι ηγουν φαίνεσθαι. διττῶς δὲ νοεῖται ἡ ἐνέργεια· νοητῶς καὶ αἰσθητῶς. αἰσθητὸν ἐστὶ τὸ ὁρώμενον καὶ ψηλαφώμενον καὶ ἀκουόμενον καὶ φθειρόμενον· νοητὸν δὲ τὸ αφθαρτον καὶ αἰώνιον, τὸ αἰσθήσει μὴ ὑποπίπτον· οιον νοητὸς κόσμος. νοητὰ εἰσὶ καὶ τὰ αἰσθητήρια τὰ ἐν τῷ καθ' ἡμᾶς κρυπτῷ ἀνθρώπῳ, τουτέστι τὰ μὴ σωματικῶς, ἀλλὰ κατὰ νοῦν γνωριζόμενα, χωρὶς σωματικῶν ὀφθαλμῶν. νοερὸν δὲ τὸ ἐν τῇ ψυχῇ παρὰ τοῦ δημιουργοῦ δεδημιουργημένον, καθ' ο πᾶσαν νόησιν ειτε τοῦ ἀγεννήτου ειτε τοῦ γεννητοῦ προσλαμβάνεσθαι πεφύκαμεν. καὶ τοῦτο ἀναμέρος, οσον ἡ τῶν παθῶν ἀχλὺς ὑποχωρήσειεν. ἐνέργεια κατὰ τὸ ἐνεργεῖν ητοι πράττειν ειρηται. ̓Ενή. ὀξυτόνως, ἡ νέα. Ενῃφι. μετὰ τρίτην ἡμέραν. η ενη ἡ ἀρχὴ τοῦ μηνός. ̓Ενήρεις νῆασ. μίαν εἰρεσίαν ἐχούσας. ὁ δὲ Σύλλας συνῆλθε τῷ Μιθριδάτῃ ἐν ∆αρδάνῳ τῆς Τρωάδος, εχων ναῦς διακοσίας ἐνήρεις. ̓Ενθουσία. θεοφορία. ̓Ενὶ σκοπιῇ. ἐν βουνῷ. ̓Ενιπή. ἡ διὰ λόγων ἐπίπληξις καὶ ἀπειλή. ἀπὸ τοῦ ἐνέπω. ̓Εν κυνέῃ. ἐν περικεφαλαίᾳ. ̓Εν καρὸς αισῃ. ἐν μοίρᾳ θανάτου. περιφραστικῶς *ὁ θάνατος.* αλλοι δὲ ἐν κηρὸς, ιν' ῃ epsilon.729 κατὰ κηρὸς ηγουν κατὰ θανάτου. η, ὡς ενιοι, ἐν τάξει μισθοφόρου. πρῶτον γὰρ Κᾶρες ἐπολέμησαν ἐπὶ μισθῷ καὶ εδοξαν ατιμοι ειναι. ̓Εν μετουσίᾳ. ἐν μεθέξει, ἐν χωρηγήσει, ἐν διαθέσει. Εννοια. ἡ περὶ τινὸς τοῦ νοῦ κίνησις. ̓Εν ὁδῷ ησαν. ἐν εργῳ. ἐν βίῳ. ἐν πίστει. ̓Ενοπή. πόλεμος, μάχη. Ομηρος· Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ' ισαν ορνιθες ως. καὶ ἐνοπάς. Ενοσισ. ἡ κίνησις. ̓Εν παρενθήκης μέρει. ἐν περισσείας μέρει. ̓Εν περιλήψει. ἐν περισσοτέρᾳ νοήσει. ̓Εν ῥάβδῳ. ἐν ἐπιτιμητικῷ λόγῳ. Εντευξισ. παράκλησις ὑπό τινος προσαγομένη θεῷ περὶ σωτηρίας ἑτέρων. Εντασισ. ἡ ἐπίτασις. καθ' οσον ἡ τοῦ βίου εντασις ἐπεδέχετο κυνικωτέρα προελθοῦσα. Ενταξισ. ἐπειδὰν τὶς προαιρεῖται τοὺς ψιλοὺς εἰς τὰ διαστήματα τῆς φάλαγγος ἐντάσσειν epsilon.730 ανδρα παρ' ανδρα. ενιοι δὲ τοῦτο καὶ παρένταξιν ὀνομάζουσιν. ̓Εντολή. παραγγελία τὶς δεσποτική. ̓Εντομίδεσ. αἱ τὰ σώματα τέμνουσαι. τοιαῦτα δὲ εἰώθασι ποιεῖν ἐπὶ τοῖς νεκροῖς αὐτῶν οἱ απιστοι. ̓Εντεριώνη. τὸ ἐντὸς, η τὸ εὐθὲς, η ὁ φλοιὸς, η ειδος βοτάνης. ̓Εντρέχεια. τὸ μετὰ δρόμου καὶ θερμῶς ἐπιπηδᾷν τῷ πράγματι. ̓Εντομίσ. ἡ ἐγχάραξις. Εντονοσ. ἰσχυρά. ̓Εντελέχεια. ἡ τελειότης, καὶ τὸ ειδος τοῦ ὑποκειμένου, τουτέστι τὸ ειδος τὸ ἐπιγινόμενον ἐκ τῆς τοιᾶσδε συνθέσεως τῶν στοιχείων τῇ υλῃ. λέγεται δὲ καὶ ἐντελέχεια τὸ κεχωρισμένον τοῦ σώματος, ὡς ὁ πλωτὴρ τοῦ πλοίου. ἐντελέχειαν λέγει ὁ Πορφύριος τὴν ψυχήν. ̓Εντραπεζίτιδοσ. παρασίτου. Εννοια κοινή. ἡ παρὰ πάντων ἐξ ἑνὸς η πλειόνων ἐσχηκυῖα τὴν ἀρχὴν ὁμολογουμένην. epsilon.731 ̓Ενυώ. μάχη. η θεὸς πολεμική. ̓Ενώτισισ. σύνεσις, η σύνοψις τῶν ῥημάτων. ὡς τό· τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Ενωσισ. διεστώτων πραγμάτων κοινὴ συνδρομή. ενωσις δὲ ειρηται διὰ τὸ εἰς τὸ εν ωσαι, τουτέστι συνωθῆσαι τὰ πράγματα. πενταχῶς δὲ ειρηται ἡ ενωσις· συγχυτικῶς, ὡς τοῦ οινου καὶ τοῦ υδατος· διαιρετικῶς, ὡς ἡ ἀνθρώπου πρὸς ανθρωπον· σχετικῶς, ὡς τὰ εθνη ἐν πίστει· θετικῶς, ὡς χρυσὸς πρὸς χρυσόν. ἡ δὲ τοῦ Χριστοῦ ενωσις ὑπὲρ πάσας ταύτας καθ' ὑπόστασιν ειρηται. καθ' ὑπόστασιν δὲ ενωσις ἐστὶν ἡ αὐθύπαρκτος ἐν τῇ μήτρᾳ τῆς ἁγίας θεοτόκου τῶν δύο φύσεων συνδρομή. ουτε γὰρ τὸ σῶμα πρὸ τοῦ θεοῦ