15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
αὐτῆς τῆς τοῦ πνεύματος φύσεως, μᾶλλον δὲ διαστεῖλαι τοῦ ὀνόματος τὰς ὁμωνυμίας, καὶ δεῖξαι κατὰ ποῖον τῶν σημαινομένων πνεῦμα προσειρῆσθαι δεῖ τὸν θεόν, καὶ διὰ τί ὅλως πνεύματι σημαίνεται τὸ ἀσώματον. Τῷ γοῦν ὀνόματι τοῦ πνεύματος σημαίνεται καὶ ὁ ἄνεμος καὶ ὁ ἀὴρ καὶ ἡ ψυχὴ καὶ ὁ ἄγγελος καὶ ὁ δαίμων καὶ ὁ πρεσβύτερος τῆς ψυχῆς νοῦς. τούτων τὰ μὲν δύο σωματικά τε καὶ ὑλικά, ὧν ὁ μὲν ἄνεμος ἀπὸ τῶν ἐκ τῆς γῆς ἀναδιδομένων ξηροτέρων ἀτμῶν τὴν γένεσιν ἔσχηκεν, ὁ δὲ ἀὴρ ἐκ θερμοῦ καὶ ὑγροῦ συνεστὼς στοιχεῖον τοῦ σώματος πέφυκεν, ἀὴρ μὲν κυρίως καλούμενος, διὰ δὲ τὴν εὐκινησίαν καὶ τὸ ταχὺ μεταφέρεσθαι πνεῦμα προσαγορευόμενος. τὰ δὲ λοιπὰ τῶν ἀπηριθμημένων τῆς ἀσω μάτου τετύχηκε φύσεως, καὶ πνεύματα λέγεται, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ ψυχὴ μὲν πνεῦμα λέγεται διὰ τὸ πανταχοῦ τοῖς τοῦ σώματος δια σπείρεσθαι μέρεσιν, ὁ δὲ νοῦς διὰ τὸ τῇ ψυχῇ ἐποχεῖσθαι, ὁ δὲ δαίμων διὰ τὴν εἰδωλικὴν φαντασίαν, ἐπεὶ καὶ τὸ πνεῦμα τρόπον τινὰ ὁρατόν ἐστιν, εἰδωλικῶς ἡμῖν φανταζόμενον, τουτέστιν ἀμυδρῶς καὶ λεπτῶς, ὁ δὲ ἄγγελος διὰ τὸ ὑψηλὸν τῆς φύσεως καὶ μετέωρον. Ἐν τούτοις οὖν τοῦ πνεύματος λεγομένου, τῶν σημαινομένων ποῖον ἁρμόσει τῇ ἀκηράτῳ φύσει; πότερον ὁ ἄνεμος; ἀλλ' ὁ μὲν ἀναθυμιάσεως ἀπογέννημα καὶ πρὸς διάφορα μέρη τῶν κλιμάτων, ἀφ' ὧν δὴ καὶ πνεῖ, ἀναδεχόμενος τὰς ποιότητας. προσέτι δὲ καὶ τῆς ὕλης οὐκ ἀποβέβηκεν, ὁ δὲ θεὸς ἄυλός τε καὶ ἀγέννητος καὶ μηδέπω τῆς οἰκείας φύσεως ἐξ ιστάμενος. ἀλλ' ἆρα ἀήρ; ἀλλ' ὁ μὲν στοιχεῖόν ἐστι σώματος καὶ ὑλικὸν αἴτιον, μᾶλλον δὲ συναίτιον, καὶ φύσις ἁπαλή τε καὶ διαρρέουσα, ὁ δὲ θεὸς ποιητικὸν αἴτιον καὶ οὐσία στάσιμος καὶ ἀκίνητος. μή ποτε οὖν ἡ ψυχή; ἀλλ' ἡ μὲν τὸ μέσον κέντρον τῶν τε πάντῃ διαστατῶν καὶ τῶν ἀδιαστάτων ἐπήξατο, πολυειδής τε τὴν κίνησιν καὶ ῥέπουσα πρὸς ἀμφό τερα, οὐσίαν φημι καὶ γένεσιν, καὶ προσέτι γεννητὴ καὶ πρεσβύτερα ἔχουσα τῆς ὑπάρξεως αἴτια, ὁ δὲ θεὸς ἀγέννητος φύσις, ἀκίνητος, ἀρχὴ τῶν ὑποβεβηκυιῶν ἀρχῶν, ὁρίζων πάντα, τινὶ δὲ μὴ ὁριζόμενος, οὐσία μονοειδὴς καὶ ἁπλῆ. τί δ' ἂν εἴποιμι περὶ τοῦ νοῦ; ἴσως γὰρ τούτῳ παρ όμοιος ὁ θεός. ἀλλὰ καὶ ταύτην ὁ λόγος ἐλέγξει τὴν ἔννοιαν· ὁ γὰρ νοῦς κύκλον τινὰ μιμούμενος πρὸς ἑαυτὸν στρέφεται καὶ ἐπάνεισι, τρίτος τέ ἐστιν ἀπὸ τοῦ ὄντος, καὶ τῆς ζωῆς δὲ τὰ δευτερεῖα εἴληχεν. [θεὸς δὲ καὶ τὸ ἀ]κίνητον ὑπερβέβηκε, πηγή τέ ἐστι τῆς ζωῆς καὶ τοῦ ὄντος ὑπόστα σις. καὶ ὁ μὲν δαίμων, ὅστις ποτ' ἂν [ᾖ, καλῆς μὲν εἴλ]ηχε τῆς ἰδίας ὑπάρ ξεως, μονοειδὴς δὲ μὴ ὢν τὴν πρὸς τὰ καλὰ κίνησιν, ἀλλὰ ῥοπῇ διοικού μενος [πονηρᾷ] ἐκλίθη τε πρὸς τὸ μὴ ὂν καὶ τοῦ ὄντος ἀπώλισθε· καὶ νῦν ὁ μέν τίς ἐστιν ἐν αἰθέρι, ὁ δὲ ἐν ἀέρι, [...12...] ὑποχθόνιος· πρὸς γὰρ τὴν ἀναλογίαν τοῦ πλημμελήματος τὸν τῆς ἀποπτώσεως μεμέτρηται ὄλισθον· ὁ δὲ θεὸς ἀπροαίρετος φύσις, οὐσία τις ἀγαθότητος, οὐ ταλαν τευόμενος ἐφ' ἑκάτερα, οὐ τόπῳ χωρούμενος, οὐχ ὁρίοις περικλειόμενος. αὖθις δὲ ἄγγελος μὲν βαθμός ἐστι τάξεως, ἐξαγγελεύς τε καὶ εἰσαγγελεὺς τῆς τε ἄνωθεν ἐκφαντορίας καὶ τῶν παρ' ἡμῖν πράξεων, μεμενηκὼς μὲν ἐν τῷ καλῷ διὰ τὴν πληρεστάτην τοῦ ἀγαθοῦ μετουσίαν, τὴν δὲ φύσιν ἔχων ἀμφιρρεπῆ· ὁ δὲ θεὸς πληρῶν, οὐ πληρούμενος, ἀγαθύνων, οὐκ ἀγαθυνόμενος, ἑνίζων, οὐχ ἑνιζόμενος, οὐκ ἔξω προβαίνων καὶ εἴσω χωρῶν, αὐτάγγελος τῶν οἰκείων δωρεῶν, αὐτήκοος τῶν παρ' ἡμῖν λόγων καὶ αὐτόπτης τῶν πράξεων. Ἐπεὶ οὖν τῶν λεγομένων πνευμάτων οὐδενὶ τὸ θεῖον ἀπείκασται, πῶς αὐτὸς ὁ θεὸς τὸ πνεῦμα ἑαυτῷ προσμαρτυρεῖ; πρὸς τοῦτο ἐκεῖνο ἐπάγειν δεῖ, ὅτι ἡ μακαρία φύσις, ἡ τριαδικῶς ὑμνουμένη καὶ ἑνικῶς, ἥτις ποτέ ἐστι τὴν οὐσίαν, ἄρρητος καὶ ἀκατονόμαστος πέφυκεν· ὄνομά τε γάρ ἐστι τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ νοῦς ἀνόητος, καὶ λόγος ἄρρητος, ἀνοησία τε καὶ ἀλογία, καὶ γνόφος καὶ σκότος βαθύ,