175
ἠναγκασμένων Ἰσραη λιτῶν, καὶ τὰς τῶν λογισμῶν διχονοίας, καὶ τὰς ἐντεῦθεν φυομένας ὀδύνας. ∆ιδάσκει δὲ καὶ ποίαν αὐτοὺς προσήκει τῷ Θεῷ προσενεγκεῖν προσευχὴν, τὴν τῶν κακῶν αἰτοῦντας ἀπαλλαγήν. Ἐσχημά τισε δὲ τὸν ψαλμὸν, ὡς μετὰ τὴν ἐπάνοδον ταῦτα αὐτὰ διηγουμένων, καὶ τὸν Θεὸν ἀνυμνούντων. 80.1477 βʹ. "Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι." Σπουδαίως, φησὶ, τὴν προσευχὴν προσενήνοχα, καὶ συντόμως τὴν αἴτησιν ἔλαβον. Εἶτα τὸν τούτων διδάσκει καιρόν. γʹ. "Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα." Ὀδύναις γὰρ βαλλόμενος ἐπιμελῶς τὴν θείαν ἐπι κουρίαν ἐξεζήτησα· τὸ γὰρ ἐξεζήτησα τὴν σπου δαίαν αἰνίττεται προσευχήν. Ἔπειτα δείκνυσι τῆς ἱκετείας τὸν τρόπον. "Ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην." Ὁ δὲ Σύμ μαχος οὕτως· Ἡ χείρ μου νυκτὸς ἐκτέταται διηνεκῶς. Νύκτωρ ἡσυχίαν ἄγων τὰς χεῖρας ἐξ έτεινον, τυχεῖν φιλανθρωπίας ἀντιβολῶν, καὶ οὐ δι ήμαρτον τῆς ἐλπίδος. Τοῦτο γὰρ σημαίνει τὸ, "Οὐκ ἠπατήθην," ἀντὶ τοῦ, Οὐ μάτην ἠγρύπνησα, ἀλλ' ἐδρεψάμην τῆς εὐχῆς τὸν καρπόν. "Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. [δʹ.] Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην." Πᾶσαν μὲν ἀπεσεισάμην παραψυχῆς ἀφορμὴν, ψυχαγω γίαν δὲ μόνην εἶχον τοῦ Θεοῦ τὴν μνήμην. "Ἠδο λέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου." Ὁ δὲ Σύμμαχος οὕτως· ∆ιελάλουν ἐμαυτῷ, καὶ ἐλει ποθύμουν. Συνεχῶς ἐμαυτῷ προσδιαλεγόμενος, καὶ τὰ συνέχοντά με κακὰ λογιζόμενος, ἀπηγόρευον τὴν τούτων ἀπαλλαγὴν, καὶ πικρὰς ἐδεχόμην τῆς ἀθυμίας τὰς ἀκίδας. εʹ. "Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου." Φυλακὰς καλεῖ τὰς τῆς νυκτὸς διαιρέσεις, καθ' ἃς οἱ φύλακες ἀλλήλοις τὴν φυλακὴν ἐγχειρί ζουσι· δηλοῖ δὲ διὰ τούτων τὴν διὰ πάσης τῆς νυκτὸς ἀγρυπνίαν. "Ἐταράχθην, καὶ οὐκ ἐλάλησα." Ταῦτα οἱ αὐτοὶ καὶ ἐν τῷ μαʹ ψαλμῷ· Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη." Οὐ γὰρ ἠνεσχόμην ἄλλοις τοὺς ἐμοὺς λογισμοὺς ἐκφῆναι. ʹ, ζʹ. "∆ιελογισάμην ἡμέρας ἀρχαίας· καὶ ἔτη αἰώνια ἐμνήσθην. Καὶ ἐμελέτησα." Τῶν προτέ ρων σου, φησὶν, εὐεργεσιῶν ἀνενεούμην τὴν μνή μην, καὶ ἐνεθυμούμην, ὅσων παρὰ σοῦ τετυχήκα σιν εὐεργεσιῶν οἱ ἡμέτεροι πρόγονοι· ὅπως τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν, ὅπως τὴν Ἐρυθρὰν διέβησαν θάλασσαν, ὅπως τὴν ἐπηγγελμένην τοῖς πατράσιν ἀπέλαβον γῆν. "Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου." Τὸ δὲ ἔσκαλλεν, ὁ μὲν Θεοδοτίων, ἐξ ηρεύνησεν, ὁ δὲ Ἀκύλας, ἐσκάλευσεν εἴρηκε. Ταῦτα δὲ, φησὶ, νύκτωρ πρὸς ἐμαυτὸν διαλογιζό 80.1480 μενος, ἀνηρεύνων, τί δήποτε τῶν μὲν ἡμετέρων προγόνων τοσαύτην ἐποιήσατο πρόνοιαν, ἡμῶν δὲ κακοπραγούντων ὑπερορᾷ; Ἐλογιζόμην δὲ πρὸς τούτοις καὶ ταῦτα· ηʹ, θʹ. "Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; Ἢ εἰς τέλος τὸ ἔλεος αὑτοῦ ἀποκόψει;" Ἄρα μὴ παντελῶς τὰ καθ' ἡμᾶς ἀπηγόρευσε, καὶ ἀλλοτρίους ἡμᾶς τῆς οἰκείας κηδεμονίας ἀπέφηνε; "Συνετέλεσε ῥῆμα ἀπὸ γενεᾶς εἰς γενεάν." Ὁ δὲ Σύμμαχος οὕτως· Συνετέλεσε ῥῆσιν περὶ γενεᾶς ἑκάστης. Ἐδεδίειν δὲ καὶ τοῦτο, φησὶν, ὅτι ἄνωθεν τὰ καθ' ἑκάστην γενεὰν προγινώσκων, τοὺς καθ' ἑκάστην γενεὰν ὅρους ἐκφέρει. ιʹ. "Μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός; ἢ συνέξει ἐν τῇ ὀργῇ αὑτοῦ τοὺς οἰκτιρμοὺς αὑ τοῦ;" Ἀλλὰ πάλιν ἐμαυτὸν ἐψυχαγώγουν λογιζό μενος, ὡς ὁ φιλοικτίρμων Θεὸς οὐκ ἀνέξεται οἷόν τινι λήθῃ τὰ καθ' ἡμᾶς παραδοῦναι, καὶ καθάπερ τινὶ τειχίῳ τῇ ὀργῇ κωλῦσαι τὰς τοῦ ἐλέου πηγάς. ιαʹ. "Καὶ εἶπα, Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίω σις τῆς δεξιᾶς τοῦ Ὑψίστου." Ἐγὼ, φησὶ, πρόξενος ἐγενόμην ἐμαυτῷ τῆς τοιαύτης μεταβολῆς· ἐγὼ διὰ τῆς ἁμαρτίας τὴν τιμωρίαν ἐγέννησα· ἀρχὴν τοί νυν ἔχω τῶν κακῶν. Νῦν ἠρξάμην παιδεύεσθαι ὑπὸ τῆς δεξιᾶς τοῦ Ὑψίστου, ἀντὶ τῶν προτέρων εὐεργεσιῶν τὰς εὐωνύμους τιμωρίας ἐπιφερούσης. Ἀλλοίωσιν γὰρ τῆς τοῦ Θεοῦ δεξιᾶς τὴν τιμω ρίαν ἐκάλεσεν, ὡς τῆς δεξιᾶς τοῦ Ὑψίστου εἰωθυίας τὰ ἀγαθὰ χορηγεῖν. Ἀλλ' οὐδὲ τούτοις ἠρκέσθην τοῖς λογισμοῖς. Ἀνέμνησα δὲ ἐμαυτὸν καὶ τῆς ἀγαθό τητος τοῦ