1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

175

τὰ τοῦ παλατίου κτίσματα ἐπεμελεῖτο. καὶ ἔκτισε τὸν Ἰουστινιανοῦ τρίκλινον λεγόμενον καὶ τὰ τοῦ παλατίου περιτειχίσματα· καὶ ἐπέστησεν ἐπείκτην Στέφανον τὸν Πέρσην, σακελλάριον αὐτοῦ καὶ πρωτοευνοῦχον, κύριον καὶ ἐξουσιαστήν, λίαν ὄντα αἱμοβόρον καὶ ἀπηνῆ· ὅστις ἀνηλεῶς τοὺς μὲν ὄπερας αἰκίζειν οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ λιθοβολεῖν αὐτούς τε καὶ τοὺς τούτων ἐπιστάτας. τοῦ δὲ βασιλέως ἀποδημήσαντος, κατετόλμησεν ὁ ἄγριος θὴρ ἐκεῖνος καὶ τὴν αὐτοῦ μητέρα Ἀναστασίαν τὴν αὐγούσταν παιδικῶς δι' ἀβηνῶν μαστιγῶσαι. ἐν τούτοις δὲ καὶ εἰς ἅπαν τὸ πολιτικὸν πλῆθος πολλὰ κακὰ ἐνδειξάμενος μισητὸν τὸν βασιλέα πεποίηκεν. ὁμοίως καὶ εἰς τὰ τοῦ γενικοῦ λογοθεσίου πράγματα κατέστησεν ἀββᾶν τινα ὀνόματι Θεόδοτον, ἔγκλειστον τὸ πρότερον ὄντα ἐν τοῖς Θρᾳκῴοις τοῦ Στενοῦ μέρεσιν, καὶ αὐτὸν δεινότατον καὶ ἀτίθασον λίαν ὑπάρχοντα, ὅστις πλείστους τῆς πολιτείας ἄρχοντας καὶ ἐμφανεῖς ἄνδρας οὐκ ἐκ τῶν διοικητῶν μόνον, ἀλλὰ καὶ ἐκ τῶν τῆς πόλεως οἰκητόρων, εἰκῆ καὶ μάτην ἀπροφασίστως, ἀπαιτήσεις καὶ ἐκταγὰς καὶ δημεύσεις ποιούμενος σχοίνοις τε τούτους κρεμνῶν καὶ ἀχύροις ὑποκαπνίζων. ἔτι δὲ καὶ ὁ ἔπαρχος βασιλικῇ κελεύσει πλείστους ἄνδρας ἐν εἱρκταῖς κατακλείσας ἐπὶ χρόνους τηρεῖσθαι πεποίηκεν. ταῦτα πάντα ἐπηύξησε τὸ μῖσος τοῦ λαοῦ πρὸς τὸν βασιλέα. ὁ δὲ βασιλεὺς ἀπῄτει 368 Καλλίνικον τὸν πατριάρχην ποιῆσαι εὐχήν, ἵνα καταλύσῃ τὴν ἐκκλησίαν τῆς ἁγίας θεοτόκου τῶν μητροπολίτου τὴν οὖσαν πλησίον τοῦ παλατίου, θέλων ἐν τῷ τόπῳ στῆσαι φιάλην καὶ βάθρα κτίσαι τοῦ δήμου τῶν Βενέτων, ὅπως ἐκεῖ δέχωνται τὸν βασιλέα. ὁ δὲ πατριάρχης ἔλεγεν ὅτι· "εὐχὴν ἐπὶ συστάσει ἐκκλησίας ἔχομεν, ἐπὶ δὲ καταλύσει ἐκκλησίας οὐ παρελάβομεν." βιαζομένου δὲ αὐτὸν τοῦ βασιλέως καὶ πάντως ἀπαιτοῦντος τὴν εὐχήν, ἔφη ὁ πατριάρχης· "δόξα τῷ θεῷ τῷ ἀνεχομένῳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν." καὶ τοῦτο ἀκούσαντες κατέλυσαν τὴν ἐκκλησίαν καὶ ἐποίησαν τὴν φιάλην. καὶ ἐποίησαν τὴν ἐκκλησίαν τῶν μητροπολίτου εἰς τὸ Πετρίν. ιʹ. ιβʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μουάμεδ τὴν τετάρτην Ἀρμενίαν καὶ αἰχμαλωτεύσας πολλοὺς ἀνέστρεψεν. Ἐν αὐτῷ δὲ τῷ ἔτει Ἰουστινιανὸς ἐξεβλήθη τῆς βασιλείας τρόπῳ τοιῷδε· ἐκέλευσε Στεφάνῳ τῷ πατρικίῳ καὶ στρατηγῷ, τὸ ἐπίκλην Ῥουσίῳ, νυκτὸς ἀποκτεῖναι τὸν δῆμον Κωνσταντινουπόλεως, ἄρξασθαι δὲ ἀπὸ τοῦ πατριάρχου. Λεόντιος δὲ ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν γενόμενος καὶ ἐν πολέμοις εὐδοκιμήσας ἐν φρουρᾷ τε χρόνους τρεῖς ποιήσας, κατηγορηθεὶς ἐξάπινα ἀνεκλήθη καὶ στρατηγὸς Ἑλλάδος προεβλήθη. ἐκελεύσθη δὲ εἰς τρεῖς ἐμβληθῆναι δρόμωνας καὶ αὐθημερὸν ἀποκινῆσαι τῆς πόλεως. τῇ δὲ αὐτῇ νυκτὶ ἐν τῷ Ἰουλιανησίῳ λιμένι τῶν Σοφίας πλησίον τῶν Μαύρου πρὸς τὸ ἐκπορίσαι τῆς πόλεως μεθορμίσαντος, συνετάσσετο τοῖς πρὸς αὐτὸν ἀπερχομένοις φίλοις, ἐν οἷς πρὸς αὐτὸν παρεγένοντο καὶ οἱ γνήσιοι αὐτοῦ φίλοι, Παῦλος μοναχὸς τῶν Καλλιστράτου, ὁ καὶ ἀστρονόμος, Γρηγόριος ὁ Καππάδοξ ὁ καὶ κλεισουριάρχης γενόμενος, ἔπειτα δὲ μοναχὸς καὶ ἡγούμενος τῶν Φλώρου· οἵ τινες ἐν τῇ φυλακῇ πυκνοτέρως αὐτὸν ἐπισκεπτόμενοι διεβεβαιοῦντο αὐτὸν βασιλεύσειν τῶν Ῥωμαίων. ὁ δὲ Λεόντιος λέγει πρὸς αὐτούς· "ὑμεῖς διεβεβαιώσασθέ με ἐν τῇ φυλακῇ περὶ βασιλείας· καὶ νῦν ἡ ζωή 369 μου ἐν κακοῖς τελειοῦται. ὄπισθεν γάρ μου ἔσομαι κατὰ πᾶσαν ὥραν ἐκδεχόμενος τὸν θάνατον." οἱ δὲ εἶπον· "αὐτὸς μὴ ὀκνήσῃς, καὶ τοῦτο εὐθέως πληροῦται. ἐπάκουσον ἡμῖν μόνον, καὶ ἀκολούθησον ἡμῖν." καὶ λαβὼν ὁ Λεόντιος τοὺς ἀνθρώπους αὐτοῦ, καὶ ἄρματα, ὅσα εἶχεν, ἀνῆλθεν εἰς τὸ πραιτώριον σιγῇ πολλῇ, καὶ κρούσαντες τὴν πύλην προεφασίσαντο τὸν βασιλέα παραγεγονέναι ἐπὶ τὸ διοικῆσαί τινας τῶν ἐκεῖσε ὄντων. μηνυθέντος δὲ τοῦ τηνικαῦτα ὑπάρχου καὶ συντόμως ἐλθόντος καὶ τὰς πύλας ἀνοίξαντος, χειροῦται ὑπὸ Λεοντίου καὶ ῥαπισθεὶς ἐπεδήθη χεῖρας καὶ πόδας. εἰσελθὼν δὲ ὁ Λεόντιος καὶ τὰς φυλακὰς ἀνοίξας λύσας