176
εὐλαβείας ἄνευ θορύβου. Καὶ ὁ μὲν ἐπίσκοπος διδότω τὴν προσφορὰν λέγων· Σῶμα Χριστοῦ. Καὶ ὁ δεχόμενος λεγέτω· Ἀμήν. Ὁ δὲ διάκονος κατεχέτω τὸ ποτήριον καὶ ἐπιδιδοὺς λεγέτω· Aἷμα Χριστοῦ, ποτήριον ζωῆς. Καὶ ὁ πίνων λεγέτω· Ἀμήν. Ψαλμὸς δὲ λεγέσθω ὁ λγ ἐν τῷ μεταλαμβάνειν πάντας τοὺς λοιπούς. Καὶ ὅταν πάντες μεταλάβωσιν καὶ πᾶσαι, λαβόντες οἱ διάκονοι τὰ περισσεύσαντα εἰσφερέ τωσαν εἰς τὰ παστοφόρια. Καὶ ὁ διάκονος λεγέτω παυσαμένου τοῦ ψάλλοντος· Μεταλαβόντες τοῦ τιμίου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Χριστοῦ εὐχαριστήσωμεν τῷ κατα ξιώσαντι ἡμᾶς μεταλαβεῖν τῶν ἁγίων αὐτοῦ μυστηρίων, καὶ παρακαλέσωμεν μὴ εἰς κρίμα, ἀλλ' εἰς σωτηρίαν ἡμῖν γενέσθαι, εἰς ὠφέλειαν ψυχῆς καὶ σώματος, εἰς φυλακὴν εὐσεβείας, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἐγειρώμεθα· ἐν χάριτι Χριστοῦ ἑαυτοὺς τῷ μόνῳ ἀγεννήτῳ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα. Καὶ ὁ ἐπίσκοπος εὐχαριστείτω· ∆έσποτα ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Χρι στοῦ σου τοῦ εὐλογημένου Παιδός, ὁ τῶν μετ' εὐθύτητος ἐπι καλουμένων σε ἐπήκοος, ὁ καὶ τῶν σιωπώντων ἐπιστάμενος τὰς ἐντεύξεις· εὐχαριστοῦμέν σοι, ὅτι κατηξίωσας ἡμᾶς μεταλαβεῖν τῶν ἁγίων σου μυστηρίων, ἃ παρέσχου ἡμῖν εἰς πληροφορίαν τῶν καλῶς ἐγνωσμένων, εἰς φυλακὴν τῆς εὐσε βείας, εἰς ἄφεσιν πλημμελημάτων, ὅτι τὸ ὄνομα τοῦ Χριστοῦ σου ἐπικέκληται ἐφ' ἡμᾶς καὶ σοὶ προσῳκειώμεθα. Ὁ χωρίσας ἡμᾶς τῆς τῶν ἀσεβῶν κοινωνίας, ἕνωσον ἡμᾶς μετὰ τῶν καθωσιωμένων σοι, στήριξον ἡμᾶς ἐν τῇ ἀληθείᾳ τῇ τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσει, τὰ ἀγνοούμενα ἀποκάλυψον, τὰ λείποντα προσαναπλήρωσον, τὰ ἐγνωσμένα κράτυνον. Τοὺς ἱερεῖς ἀμώμους διαφύλαξον ἐν τῇ λατρείᾳ σου, τοὺς βασιλεῖς διατήρησον ἐν εἰρήνῃ, τοὺς ἄρχοντας ἐν δικαιοσύνῃ, τοὺς ἀέρας ἐν εὐκρασίᾳ, τοὺς καρποὺς ἐν εὐφορίᾳ, τὸν κόσμον ἐν παναλκεῖ προνοίᾳ· τὰ ἔθνη τὰ πολεμικὰ πράϋνον, τὰ πεπλανημένα ἐπίστρεψον. Τὸν λαόν σου ἁγίασον, τοὺς ἐν παρθενίᾳ διατήρησον, τοὺς ἐν γάμῳ διαφύλαξον ἐν πίστει, τοὺς ἐν ἁγνείᾳ ἐνδυνάμωσον, τὰ νήπια ἅδρυνον, τοὺς νεοτελεῖς βεβαίωσον, τοὺς ἐν τῇ κατηχήσει παίδευσον καὶ τῆς μυήσεως ἀξίους ἀνάδειξον, καὶ πάντας ἡμᾶς ἐπισυνάγαγε εἰς τὴν τῶν οὐρανῶν βασιλείαν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ σοὶ δόξα, τιμὴ