Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκα λυφθῆναι· τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσε ται." Ἔλεος δὲ καὶ δικαιοσύνην ὀνομάζει τὸν Υἱόν· ἠλεήθημεν γὰρ δι' αὐτοῦ, καὶ μεμαθήκαμεν πᾶσαν ὁδὸν δικαιοσύνης. Καὶ μετ' ὀλίγα· Τὸ δὲ ἡμέραν ἐξ ἡμέρας, ἀντὶ τοῦ Κατὰ πᾶσαν ἡμέραν· ὃ δὴ καὶ κατ ώρθωσαν οἱ μακάριοι μαθηταί· οὐδένα γὰρ παρα λελοίπασι καιρὸν, καθ' ὃν οὐ περιῆσαν κατὰ πᾶσαν χώραν τε καὶ πόλιν, εὐαγγελιζόμενοι τὸν Χριστὸν, καὶ τὸ θεῖον ἱερουργοῦντες κήρυγμα. - ∆ιεκήρυξαν δὲ τοῖς ἁπανταχόσε λαοῖς τὰ ἔνδοξα αὐτοῦ, τὰ θαυ μάσια αὐτοῦ, τουτέστι τὰς μεγαλοπρεπεῖς μεγαλουρ γίας, τὰ παραδόξως τετελεσμένα. [Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. (B f. 388 b, H f. 430, Cord. Anonymi.) Μέγας ὄν τως ὁ Κύριος ἡμῶν, καὶ θεοπρεπεστάτην ἔχει τὴν κατὰ πάντων ὑπεροχήν· ἴσος δὲ καὶ ὁμοούσιος αὐτῷ παντελῶς οὐδείς. Εἷς γάρ ἐστιν Υἱὸς φύσει ἀληθὴς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῖς τοῦ τεκόντος αὐτὸν ἀξιώμασι στεφανούμενος, αἰνετὸς σφόδρα, τουτέστι, δοξολογούμενος παρά τε τῶν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς πνευμάτων, καὶ παρὰ τῶν ὄντων ἐπὶ γῆς. Τὸ καινὸν οὖν ᾆσμα πρὸς τοῖς εἰρημένοις διδάσκει, τὸν Κύριον τοῦ καινοῦ ᾄσματος μέγαν τινὰ εἶναι καὶ αἰνετὸν σφόδρα, καὶ πρὸς τούτοις φοβερὸν ἐπὶ πάντας τοὺς θεούς· μέγαν μὲν ὡς Θεοῦ Λόγον, καὶ πάντων ∆η μιουργόν· αἰνετὸν δὲ ὡς εὐεργέτην καὶ Σωτῆρα πάν των· φοβερὸν δὲ οὐ πᾶσιν, ἀλλὰ τοῖς πάλαι νομιζο μένοις θεοῖς, δηλαδὴ τοῖς πονηροῖς δαίμοσιν, οὓς καθεῖλεν, ἀπελάσας τῆς κατὰ τῶν ἀνθρώπων ἐπιβου λῆς. ∆ιόπερ ἵνα μὴ κατὰ τῶν ἁγίων, τῶν δὴ θεῶν προσηγορευμένων, ὑπολάβοις αὐτὸν φοβερὸν εἰρῆσθαι, ἀναγκαίως ἐπήγαγεν· "Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια." Αὐτὸς δὲ ὁ Κύριος μέγας ἐστὶ καὶ αἰνε τὸς σφόδρα.] [Οἱ Θεοὶ τῶν ἐθνῶν δαιμόνια. (B f. 388 b, H f. 430. Cord. Alterius.) Τουτέστι πονηρὰ καὶ ἀκάθαρτα πνεύματα, τὴν τοῦ Θεοῦ δόξαν ἐφ' ἑαυτοῖς ἁρπάζοντα, καὶ ὥσπερ τινὰ κόνιν τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν ταῖς διανοίαις τῶν ἀνθρώπων 69.1245 ἐπιτάττοντα, ἵνα μὴ ἀναβλέψαντες τὸν τῶν ὅλων ἴδωσι ∆ημιουργὸν καὶ Κύριον. Ἀλλ' ἵνα ἡμεῖς οἱ πεφωτισμένοι, καὶ τὴν τῆς ἀληθείας πλουτήσαντες γνῶσιν, καταδεικνύωμεν αὐτοῖς ὃν ἠγνόουν λέγοντες· "Ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν." Ἀπὸ γὰρ τῆς τῶν ἔργων μεγαλουργίας καὶ ἀπὸ καλλονῆς κτι σμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Ἔστι μὲν ὁρατὸν τῇ φύσει τὸ Θεῖον, καὶ οὐκ ἄν τις ἴδοι εἴ ποτέ τί κατὰ φύσιν ἐστίν· ἀπὸ δὲ τῆς καλλο νῆς τῶν κτισμάτων, καὶ ἀπὸ τοῦ κάλλους τῆς ὁρω μένης κτίσεως, τὸ ὑπερφυὲς τῆς δόξης αὐτοῦ θεω ρεῖται.] [Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ. (B f. 388 b, H f. 430 b. Cord. Eusebii.) Καὶ τί ἐστι τὸ, "Ἐνώπιον αὐτοῦ;" ἢ καὶ τί βούλεται εἰπεῖν ὁ στίχος; Οὐδένα γὰρ, φησὶν, ἐφορᾷν ἀξιοῖ, εἰ μή τις εἴη ὡραιότητα τὴν πνευματικὴν ἔχων εἰς νοῦν καὶ καρδίαν, εἰδὼς δὲ καὶ ἐξομολογεῖσθαι, τουτέστι, δο ξολογεῖν μεγαλοπρεπῶς, καὶ ἀξίως τῆς τοῦ Θεοῦ δόξης. Τοῦτό ἐστιν "Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ," τουτέστιν ἐν ὀφθαλμοῖς αὐτοῦ.] Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. (B f. 389, H f. 432.) Εἰσπορεύεσθε δὲ διὰ ποίας ἐρχόμενοι τρίβους; διὰ πίστεως δηλονότι· αὐτὴ γάρ ἐστιν ἡ τῆς σωτηρίας εἰσβολή. Καὶ μετ' ὀλίγα· Καὶ ποίας θυσίας, ὁ μακάριος Παῦλος διαμνημονεύει λέγων· "Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν κα θαρὰν, ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα τρείαν ὑμῶν." Κρινεῖ λαοὺς ἐν εὐθύτητι. (B. f. 389 b, H f. 433.) Ἔκρινε λαοὺς ἐν εὐθύτητι ὁ Κύριος, σέσωκεν τὴν ὑπ' οὐρανὸν, τῶν τοῦ διαβό λου χειρῶν ἐξείλατο, ἠλευθέρωσε τῆς τῶν δαιμόνων τυραννίδος, δεδικαίωκεν ἐν πίστει, τοὺς πεπλανημέ νους ποτὲ ὑπέθηκε τοῖς ἑαυτοῦ ζυγοῖς, ἁγίους ἀπ έφηνε προσκυνητὰς, κατεδίκασε τὸν ὄλεθρον τοῦ Σατανᾶ καὶ τῶν ἀγγέλων αὐτοῦ. Σαλευθήτω ἡ θάλασσα. (H f. 433 b.) Ad. v. 11. Θάλασσαν δὲ ὅταν ἀκούσῃς ἐν τούτοις, μὴ ταύτην ὑπολάβῃς εἶναι τὴν σημαινο μένην, ἑτέραν δὲ μᾶλλον, τουτέστι τὸν περίγειον τοῦτον χῶρον, ἤτοι τὴν οἰκουμένην ἅπασαν καὶ τοὺς ἐν αὐτῇ. [Εὐφραινέσθωσαν οἱ οὐρανοί. (B f. 390, H f.