Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ῥάβδῳ τὴν πέτραν ὁ θεσπέσιος Μωσῆς, παρεστηκότων αὐτῷ καὶ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μέν τοι καὶ Ἀαρών. Καὶ λαλοῦσι μὲν αὐτοὶ πρὸς τὴν πέτραν· ἡ δὲ τὸ νᾶμα πλουσίως ἐκχεῖ, καὶ πεπότικε τὴν συναγωγὴν, καὶ τὰ κτήνη αὐτῶν, καθὰ γέγραπται. Τί οὖν ἄρα φαμὲν ὑπαινίττεσθαι πάλιν διὰ τοῦ τεθνάναι τὴν Μαριὰμ, ἢ τίς ἂν ὅλως νοοῖτο, καὶ τί τὸ τελοῦν ἐπ' ἀναγκαίαν δήλωσιν, τῷ ὡς ἐν μηνὶ τῷ πρώτῳ τεθνάναι λέγειν αὐτήν; Παραδεξόμεθα δὴ οὖν, Μωσέα μὲν εἰς τὸν νόμον, εἰς ἱερωσύνην δὲ, τὸν Ἀαρών· τὸ δὲ τῆς Μαριὰμ πρόσωπον, τῇ ἐν νόμῳ λατρείᾳ περιθήσομεν. Καὶ γοῦν ἔφη Θεὸς διὰ φωνῆς ἁγίου πρὸς τὴν ἐξήνιον Ἱερουσαλήμ· Καὶ ἀπέστειλα πρὸ προσώπου τὸν Μωσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ. Ὁρᾷς ὅπερ τέθειτο μετὰ Μωσέως καὶ Ἀαρὼν εἰς τὸ καθηγεῖσθαι τοῦ Ἰσραήλ; Μεσιτεύοντος γὰρ τοῦ πανσόφου Μωσέως, καὶ προεστηκότος Ἀαρὼν, τουτέστι, τοῦ τῆς ἱερωσύνης ἀξιώματος διὰ τῆς ἐν τύποις λατρείας, ἀποκεκέρδακε τότε τὴν πρὸς Θεὸν λατρείαν ὁ κατὰ σάρκα Ἰσραήλ. Ὅτι δὲ ἀναγκαίως Μωσῇ καὶ Ἀαρὼν, καὶ τὸ τῆς Μαριὰμ συνεισφέρεται πρόσωπον, κἀντεῦθεν ἀπονητὶ συνιέναι ῥᾷον· τοιγάρτοι τῇ Ἐρυθρᾷ θαλάσσῃ τοῖς ἑαυτοῦ δορυφόροις συναπολωλότος τοῦ Φαραὼ καὶ πεπνιγμένου πανστρατιᾷ, ᾖδεν ὁ Μωσῆς τὰ χαριστήρια, καὶ συνετίθει τὸν ὕμνον. Ἐξῄεσαν δὲ αἱ χορεύουσαι καὶ ἔλαβε Μαριὰμ τὸ τύμπανον αὐτῆς, καθὰ γέγραπται, βαρείαν που τάχα καὶ διαπρύσιον ἠχὴν συνανιεῖσα τοῖς μέλεσιν. Ἀλλ' ἦν τὸ ἐν τύποις τῆς ἀληθοῦς θεωρίας αἴνιγμα λεπτόν. Ὅτι γὰρ καὶ αὐτὸς ὁ νόμος, τουτέστι Μωσῆς, καὶ μὴν καὶ σὺν ἐκείνῳ καὶ Μαριὰμ, τουτέστιν, ἡ ἐν σκιαῖς καὶ τύποις λατρεία, τὴν ὑπερφυᾶ τε καὶ ἀξιάγαστον τοῦ πάντων κρατοῦντος Θεοῦ διακηρύττουσι δύναμιν, ὑπεμφήνειεν ἂν ὁ τῆς ᾠδῆς τρόπος, καὶ ἡ τῶν τυμπάνων ἠχή. Οὐκοῦν περιθείη τις ἂν τὸ τῆς ἐν νόμῳ λατρείας πρόσωπον τῇ Μαριὰμ, καθάπερ ἀμέλει τὸ μὲν τοῦ νόμου, Μωσῇ, τὸ δὲ τῆς ἱερωσύνης Ἀαρών. Τεθνεώσης τοίνυν τῆς Μαριὰμ μηνὶ τῷ πρώτῳ, τουτέστιν, ἐν ἀρχῇ τοῦ ἔτους, κατὰ τοὺς Ἑβραίων νόμους, ὅτε καὶ αὐτὸ τοῦ ἁγίου πάσχα τελεῖται μυστήριον, δεδίψηκεν ὁ λαός. Ἐν γάρ τοι τῷ πρώτῳ μηνὶ τοῦ ἐνιαυτοῦ, ὃς καὶ τῶν νέων ὠνόμασται, μονονουχὶ καὶ τετελεύτηκεν ἡ ἐν σκιαῖς καὶ τύποις λατρεία, συνεστάλη τε τρόπον τινὰ, καὶ ἐκ μέσου γέγονεν. Πῶς ἢ τίνα τρόπον; Ἐπέλαμψε γὰρ ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐν εἴδει τῷ καθ' ἡμᾶς, ὡς ἐν μηνὶ τῶν νέων. Τοιγάρτοι καὶ ἔφασκεν αὐτὸς ὁ λαλῶν· Πάρειμι, ὡς ὧραι ἐπὶ τῶν ὀρέων, καὶ ὡς ἐν μηνὶ τῶν νέων. Οὕτω τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐκάλει λέγων· Ἀνάστα, ἐλθὲ, πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ 69.496 ἡμῶν· καιρὸς γὰρ τῆς τομῆς ἔφθασεν. Ἀνεθάλομεν γὰρ ἐν Χριστῷ πρὸς καινότητα ζωῆς, καὶ ὁ τῆς ἐπιδημίας καιρὸς, ἔαρ ὥσπερ ἡμῖν ἀνεδείχθη τὸ νοητὸν, εὐανθῆ τε καὶ ἔγκαρπον τὴν ἀνθρώπου φύσιν ἀποτελοῦν. Τότε γὰρ, τότε τῆς ἐν σκιαῖς συνεσταλμένης, καὶ οἷον τεθνεώσης τῆς Μαριὰμ, δεδίψηκεν ὁ λαὸς, καὶ ἐν σπάνει γέγονεν ὑδάτων νοητῶν. Ἀλλ' ἐκπέπτωκε πλουσίως τὸ νᾶμα Χριστοῦ, φημὶ δὲ δὴ πάλιν, τὰ δι' αὐτοῦ θεσπίσματα, καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ μυστικὴν παιδαγωγίαν. Καὶ τοῦτο συνεὶς ὁ θεσπέσιος γράφει Παῦλος· Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πάντες οἱ πατέρες ἡμῶν ὑπὸ τὴν νεφέλην ἧσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς Μωσῆν ἐβαπτίσθησαν, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον, καὶ τὸ αὐτὸ πνευματικὸν πόμα ἔπιον. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Πέτρᾳ δὲ παρεικάζεται, διὰ τὸ ἄθραυστον καὶ ἀκλόνητον. Ἐρήρεισται γὰρ ἐν ἰδίοις ἀγαθοῖς ἡ θεία τε καὶ ὑπερτάτη φύσις. Τίνα δὴ οὖν τρόπον τὸ ὕδωρ ἐκδέδοται, καταθρεῖν ἀναγκαῖον. Συνεγηγερμένων γὰρ τῶν πρεσβυτέρων τοῦ νόμου, καὶ παρεστηκότος Ἀαρὼν, λόγοι μὲν ἐγίνοντο πρὸς τὴν πέτραν. Καταπαίει δὲ αὐτὴν καὶ δὶς ὁ Μωσῆς. Συνδεδραμηκότων γὰρ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ τῶν ἱερέων, οἱ κατὰ νόμον