176
μετὰ τὴν ἐκείνων ἀναχώρησιν προσῆλθον, ἔλυσεν ὁ βασιλεὺς πέμψας ὅσους μάλιστα ἐνῆν· τοὺς πλείους δὲ εἰς ἕω ἤγαγον ἐπὶ δουλείᾳ. Ῥωμαῖοι δὲ ἀνθρώπους μὲν οὐκ ἐξηνδραποδίζοντο. οὐδὲ γὰρ ἔξεστιν αὐτοῖς, εἰ μὴ ἀπὸ βαρβάρων εἶεν τῶν τῇ σωτῆρος Χριστοῦ ὑπὲρ ἡμῶν οἰκονομίᾳ μὴ πεπιστευκότων. βοσκημάτων δὲ ἐκράτησαν σχεδὸν ἀριθμὸν ὑπερβαινόντων, ἐπίπλων τε καὶ ἄλλων τινῶν χρημάτων οὐκ ὀλίγων. ἐλέγετο δὲ, καὶ ἦν ἀληθὲς, ὡς ὕστερον ἐξ αὐτῶν τῶν κακῶς παθόντων βασιλεῖ προσελθόντων, μετὰ τὴν συμφορὰν ἐκείνην τὴν μεγάλην ἀριθμούντων τὰ αὑτῶν, ἐγένετο καταφανὲς ὡς κρατήσειαν οἱ Ῥωμαῖοι κατὰ τὴν λείαν βοῶν μὲν τριάκοντα μυριάδων, πεντακισχιλίων δὲ ἵππων, προβάτων δὲ μυριάδων εἴκοσι καὶ ἑκατόν. τοσαῦτα δὲ ὄντα τὸ πλῆθος ἄγειν μὲν οὐκ ἠδύνατο ἡ στρατιὰ, ἀλλὰ τοὺς ἔχοντας μόνον ἀπελάσαν 1.498 τες, κατέλιπον φέρεσθαι ἀνόμευτα ὡς ἔτυχεν. αἵ τε πόλεις ὅσαι πρότερον κακῶς πάσχουσαι ἦσαν ὑπὸ Ἀλβανῶν, ἐξερχόμενοι ἦγον ὅσα ἕκαστος ἐβούλετο, κωλύοντος οὐδενὸς, αὐτοί τε οἱ ἔχοντες μετὰ τὸ ὑπὸ βασιλέα γενέσθαι καὶ ἐπαγγείλασθαι δουλείαν πολλῶν ἐγένοντο αὖθις κύριοι κατὰ νάπας καὶ τὰς φάραγγας εὑρόντες διεσκεδασμένα, ὠνήσαντό τε καὶ ἀπὸ τῆς στρατιᾶς πολλὰ, ὑπὲρ πεντακοσίων ἕνα παρέχοντες χρυσοῦν προβάτων, ὑπὲρ βοῶν δὲ ἑκατόν. ἔθους δὲ ὄντος πρότερον τῇ στρατιᾷ ἐπειδάν τινος κρατήσωσι λείας ἢ πλείονος ἢ ἐλάσσονος, τὴν πέμπτην μοῖραν παρέχειν ἀριστεῖον βασιλεῖ, καὶ μετ' ἐκεῖνον τῷ μεγάλῳ δομεστίκῳ ἴσην οἷα δὴ τῆς συμπάσης ἡγουμένῳ στρατιᾶς, τότε οὐδὲν ἐποίουν τῶν εἰωθότων. οὐδέ τις ἠνώχλει αὐτοῖς περὶ τῆς πέμπτης, ἀλλ' ὥσπερ ἐξ ἀεννάων ποταμῶν ἐξῆν ἑκάστῳ ὅσων ἂν βούλοιτο κύριος γενέσθαι. τοιαῦτα μὲν Ἀλβανοὶ πρότερον τοὺς ἑσπερίους ἠδίκουν, τοιαύτην δὲ ἔδοσαν τὴν δίκην ὑπὲρ ὧν ἠδίκουν ὕστερον. πόλεις δὲ αἱ πρότερον πάσχουσαι κακῶς διπλῆς ἀπήλαυσαν εὐεργεσίας, ἐπηρείας τε τῆς παρὰ Ἀλβανῶν ἀπηλλαγμένοι καὶ τῆς βασιλέως ἀπολαύσαντες ἐπιδημίας καὶ προνοίας· ὃ μείζω καὶ λαμπροτέραν αὐτοῖς τὴν ἡδονὴν ἐποίει καὶ ἑορτὴν ἦγον τὴν πασῶν χαριεστάτην. ἀπὸ γὰρ τῶν Κομνηνοῦ τοῦ Μανουὴλ βασιλέως χρόνων ἄχρις Ἀνδρονίκου τῶν Παλαιολόγων τοῦ δευτέρου βασιλέως ἕτερος βασιλεὺς οὐκ ἐπεδήμησεν αὐτοῖς οὐδὲ προ 1.499 νοίας ἠξίωσε τοσαύτης. διὸ καὶ τὴν ἐπιδημίαν αὐτοῦ οὐχ ὡς τῶν ἐπιγείων τινὸς, τῶν κρειττόνων δὲ ἦγον. τοὺς μὲν οὖν Πέρσας μετὰ τὸ καταδουλώσασθαι Ἀλβανοὺς ἀπέπεμπεν ὁ βασιλεὺς εἰς τὴν οἰκείαν, οἳ καὶ διὰ Θετταλίας καὶ Βοττιαίας εἰς Θεσσαλονίκην καταντήσαντες, ἐκεῖθεν ταῖς ναυσὶν ἐπεραιώθησαν πρὸς Ἰωνίαν. αὐτὸς δὲ διενοεῖτο ὡς εἰς Ἀκαρνανίαν ἐμβαλῶν. ἔτι δὲ κατὰ τὰ Βαλάγριτα διατρίβοντι λόγος Ἀκαρνάσι πολὺς ἐγίνετο περὶ αὐτοῦ. φήμη γὰρ διῄει ὡς αὐτοῖς ἐπιστρατεύσει. οἱ μὲν οὖν μὴ δέχεσθαι ταῖς πόλεσιν ἠξίουν, μηδὲ τῆς παλαιᾶς εὐνοίας τῆς πρὸς τοὺς Ἀγγέλους ἀποστάντας, πολὺν ἤδη χρόνον ἄρξαντας αὐτῶν, ὑπὸ βασιλεῖ ὑποχειρίους γίνεσθαι, ἀλλὰ τῇ δεσπότου Ἰωάννου γυναικὶ τῇ βασιλίσσῃ Ἄννῃ, ἣ πρωτοβεστιαρίου θυγάτηρ ἦν Ἀνδρονίκου τοῦ Παλαιολόγου, ὃν ἱστορήκαμεν τοῦ πρὸς ἀλλήλους τελευταίου τῶν βασιλέων πολέμου μάλιστα αἰτιώτατον γεγενημένον, καὶ Νικηφόρῳ τῷ ἐκείνου παιδὶ τὴν πίστιν τηρεῖν βεβαίαν. οἱ δὲ ἀντέλεγον, καὶ δεῖν ἐβουλεύοντο δέχεσθαι βασιλέα καὶ μὴ πόλεμον κινεῖν. προσχωρήσαντας γὰρ νῦν τῷ βασιλεῖ, τήν τε χώραν διατηρήσειν καὶ σφᾶς αὐτοὺς τῶν ἐκ τοῦ πολέμου ἀπειράτους κακῶν, καὶ βασιλίσσῃ καὶ Νικηφόρῳ τῷ ἐκείνης παιδὶ παρὰ βασιλέως τὰ συμφέροντα αἰτήσειν· ἐὰν δὲ καταστῶσι πρὸς τὸν πόλεμον, πρῶτον μὲν οὐ δυνήσεσθαι πρὸς βασιλέα ἀντισχήσειν, οὐ μόνον διὰ τὸ πολλὴν ἄγειν 1.500 στρατιὰν, ἀλλ' ὅτι καὶ ὁ ἀντιστρατηγήσων αὐτῷ καὶ πρὸς τὸν πόλεμον ἀντικαταστησόμενος οὐκ ἔστι, Νικηφόρου τοῦ δεσπότου παιδὸς οὔπω ἔτη ἑπτὰ γεγενημένου. εἰ δὲ καὶ ἀντιστῆναι δυνήσονται πρὸς χρόνον, οὐδὲν λυσιτελήσειν πλέον, ἢ ὅσον τῆς τε χώρας ἀναστάτου γινομένης καὶ τῆς στρατιᾶς διεφθαρμένης, τελευταῖον βασιλεῖ καὶ