176
λόγου ὑπέστη ἐκεῖ, ουτε ἡ ψυχὴ, ἀλλ' αμα σὰρξ αμα θεὸς λόγος αμα σὰρξ εμψυχος λογική· ἐν ταυτῷ γὰρ ὑπέστη· ὡς καὶ ἡ ἡμετέρα σύλληψις αμα μορφωθῇ, αὐθυπάρκτως συντρέχει ἡ ψυχὴ καὶ τὸ σῶμα. ουτε γὰρ σῶμα καθ' ἑαυτὸ συνίσταται, ουτε ψυχὴ προϋπάρχει τοῦ σώματος, προτύπωσις ουσα τῆς ἑνώσεως τοῦ Χριστοῦ. Ενωσις προσωπική. οτάν τις τὸ ἑτέρου ὑποδυόμενος πρόσωπον ἀντ' αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιῆται λόγους. ενωσις σχετικὴ ἡ ὡς φίλου πρὸς φίλον. ὁ δὲ Νεστόριος καὶ αλλας ἑνώσεις ἐπενόησε· τὴν κατὰ τὴν ἀξίαν φημὶ καὶ ὁμοτιμίαν καὶ κατ' εὐδοκίαν καὶ ταυτοβουλίαν. ἰστέον, ως τινες τῶν πατέρων τὸ τῆς κράσεως ονομα ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὐκ ἐδέξαντο. Οροι ἑνώσεως ̓Αριστοτέλους. ἡ κατ' οὐσίαν ενωσις epsilon.732 ἐπὶ τῶν ὑποστάσεων, τουτέστι τῶν ἀτόμων. ἡ καθ' ὑπόστασιν ενωσις ἐπὶ τῶν οὐσιῶν, ὡς ἐπὶ ψυχῆς καὶ σώματος. ἡ κατὰ σχέσιν ενωσις, ὡς ἐπὶ τῶν γνωμῶν, ὡς εἰς εν θέλημα. ἡ κατὰ παράθεσιν ενωσις, ὡς ἐπὶ τῶν σανίδων. ἡ κατὰ ἁρμονίαν ενωσις, ὡς ἐπὶ τῶν λίθων. ἡ κατὰ κρᾶσιν ενωσις, ὡς ἐπὶ τῶν ὑγρῶν καὶ ξηρῶν, τουτέστιν υδατος καὶ ἀλεύρου. ἡ κατὰ σύγχυσιν ενωσις, ὡς ἐπὶ τῶν τηκτῶν, κηροῦ, πίσσης καὶ τῶν τοιούτων. ἡ κατὰ συναλοιφὴν ενωσις, ἐπὶ τῶν ἀποσπωμένων καὶ αυθις ἀποκαθισταμένων, οιον λαμπάδος ἐκ πυρὸς προερχομένης καὶ πάλιν ἀποκαθισταμένης. ἡ κατὰ σωρείαν, ὡς ἐπὶ ξηρῶν, σίτου καὶ κριθῆς. ̓Ενωμοτία. τὸ ημισυ τοῦ λόχου. τὸ αὐτὸ δὲ καὶ δεκανία. οἱ δὲ τὸ τέταρτον τοῦ λόχου. καὶ ἐνωμοτάρχης ὁ αὐτῆς αρχων. εστι δὲ καὶ ἐνωμοτία ἡ ἀνταρσία. ̓Ενωπίδεσ. αἱ θεράπαιναι. παρὰ τὸ επεσθαι. ̓Ενωπή. ἡ πρόσοψις. * Ενστασισ.* ...... ̓Ενιαία. ἡ μοναδική. ̓Εντερόνεια. τὰ ἐγκοίλια. ἀπὸ τῆς τρόπιδος ἀνερχόμενα ξύλα. η τὸ τῶν νεῶν εδαφος. εἰς τὰς τριήρεις ἡ θεὸς ἐντερόνειαν επεμψεν. (Οὐδέτερον.) ̓Εν ἀτόμῳ. ἐν ῥιπῇ, ἐν βραχεῖ, ἐν στιγμῇ. Εναυλον. ετι ἐνηχούμενον. παρὰ τὸ αὐλεῖν. αὐλὸς γὰρ πᾶν τὸ στενὸν καὶ ἐπίμηκες. τοιοῦτος γὰρ ὁ τῶν ωτων τόπος. epsilon.733 ̓Εναύλισμα. οικημα. ̓Ενάλια. θαλάσσια. Εναρα. τὰ σκύλα, τὰ λάφυρα. κυρίως δὲ τὰ εναρα, οσα αραρε καὶ συνήρμοσται τῷ σώματι, οιον θώραξ, κυνέα. περιληπτικῶς δὲ ειρηται καὶ τὰ τόξα εναρα. ̓Εναρμόνιον. ἐμμελές. ̓Εναγέσ. τὸ σεβάσμιον καὶ ἁγνόν. αγος γὰρ τὸ ἱερὸν σέβας. ενθεν καὶ τό· αγη μ' εχει. κατ' εὐφημισμὸν καὶ τὰ μιάσματα αγη λέγονται. καὶ οἱ μιαροὶ ἐναγεῖς καλοῦνται. ̓Εναύσματα. ἀρχάς· ἐμπυρεύματα· ὑπεκκαύματα. ̓Εναυλήματα. αλφιτα οινῳ καὶ ἐλαίῳ δεδευμένα. ενιοι δὲ καὶ αὐτὰ τὰ αλφιτα ἐναυλήματα καλοῦσιν. ̓Ενδοίαστον. ἀμφίβολον. Ενδοξα. δι' ων ὁ διαλεκτικὸς γίνεται συλλογισμός· τουτέστι τὰ δοκοῦντα. ̓Ενδόσιμον. κινήσεως καὶ ἀρχῆς αιτιον. Ενδικον. δίκαιον. ̓Ενδέξια. αισια, καλά. epsilon.734 ̓Εν δέοντι. ἐν τῷ χρησίμῳ, ἐν τῷ πρέποντι. Ενδινα. τὰ εντερα, τὰ ενδον τῶν ἰνῶν οντα, οἱονεὶ ενινα τινὰ οντα, τὰ ἐντὸς τῶν ἰνῶν η ἁπλῶς τῶν μελῶν· η διὰ τὸ ἐντὸς ειναι. γράφεται δὲ διὰ τοῦ ι, ὡς ἀνθρώπινος. ̓Ενδυτά. περιβλήματα. ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους. Ενναιον. τόπος. καὶ εναιον ἀντὶ τοῦ ῳκουν. ̓Εν γήρει πίονι. ἐν πλήθει ἐτῶν. Ενευ. ἐπιφώνημα. ̓Ενεπίσκημμα καὶ ἐνεπισκήψασθαι. ὁπότε δημευθείη τινὸς οὐσία, ἐξῆν προελθεῖν τῷ φάσκοντι γεγενῆσθαι δανειστῇ τοῦ ἀνδρὸς λέγειν, ὡς ὀφείλεται αὐτῷ ἐν τῇ οὐσίᾳ χρέος. ̓Εν ἐπηκόῳ. εἰς ἐπήκοον πάντων. ̓Εναντιωματικὰ καὶ ἐναντιωματικοὶ σύνδεσμοι, οἱ τὸ ἐναντίον τῇ δυνάμει τοῦ πράγματος δηλοῦντες, οιον· ἀσθενὴς μὲν ἐγὼ, σὺ δὲ ἰσχυρός. καί· ομως ἀσθενὴς ων, σὲ τὸν ἰσχυρὸν ετυψα. ̓Ενηβητήρια. εὐωχητήρια. παρ' ̔Ηροδότῳ. ̓Ενήλατα. μέρος τὶ τῆς κλίνης. ̓Ενηλύσια. εὐκίνητα. καὶ ηλυσις ἡ ἐπέλευσις. epsilon.735 ̓Εννῆμαρ. ἐπὶ ἐννέα ἡμέρας. καὶ δεῖ γινώσκειν, οτι ὁ ποιητὴς εὐεπίφορον λέγει τὸν ἀριθμόν. -οἱ δ' ἐννέα πάντες ἀνέσταν. καί· -ἐννέα δέ σφεας κήρυκες- η οτι παρὰ φθορᾶς ἀνθρώπων διαλέγεται. ὁ δὲ τῶν ἐννέα ἀριθμὸς τοῖς καταχθονίοις ἀνεῖται. ἐννέα δὲ ειρηται ἀπὸ τοῦ ἐνδεῖν εἰς τὸν τῶν δέκα ἀριθμόν. ἐννῆμαρ διὰ τοῦ ˉη γράφεται· οὐδὲν γὰρ τῶν εἰς ˉαˉρ σὺν τῷ ˉι γράφεται, οιον ἑξῆμαρ, αὐτῆμαρ· τὸ δὲ ημαρ ἀεὶ