176
παρῆλθον ἐν βρόμῳ. Θάνατον προσεκαλεσάμην πατέρα μου εἶναι.» «Ὁμοθυμαδὸν ἦλθεν τὰ πειρατήρια ἐπ' ἐμέ.» «Κατελείφθην ὑπὸ πάντων, ἀπωλόμην, καὶ ἔξοικος ἐγενόμην.» «Νῦν κατεγέλασάν μου ἐλάχιστοι. Νῦν νουθετοῦσί με ἐν μέρει, οὓς οὐχ ἡγησάμην ἀξίους εἶναι κυνῶν ἐμῶν νομάδων.» «Ἀδελφοί μου ἀπέστησαν ἀπ' ἐμοῦ. Ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ. Φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν. Θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσέ μου. Στόμα μου ἐδέετο, καὶ ἱκέτευον τὴν γυναῖκά μου. Ἐλεήσατέ με, οἱ φίλοι· χεὶρ γὰρ Κυρίου ἐστὶν ἡ ἁψαμένη μου.» «Ἡ κοιλία μου ἐξέζεσεν, καὶ οὐ σιωπήσομαι.» «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου.» «Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;» καὶ τὰ λοιπά. «Περιέσχον με ὠδῖνες θανάτου,» καὶ τὰ λοιπά. «Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος.» «Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν,» καὶ τὰ λοιπά. 96.21 «Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου,» καὶ τὰ λοιπά. «Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέν με ἰσχύς μου.» «Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν,» καὶ τὰ λοιπά. «Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακῷ,» καὶ τὰ λοιπά. «Ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν,» καὶ τὰ λοιπά. «Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην,» καὶ τὰ λοιπά. «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα,» καὶ τὰ λοιπά. «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας,» καὶ τὰ λοιπά. «Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς,» καὶ τὰ λοιπά. -»Ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί· καὶ ἐθέμην,» καὶ τὰ λοιπά. «Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία σου.» «Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ,» καὶ τὰ λοιπά. «Ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου,» καὶ τὰ λοιπά. «Ὠλιγώθησαν, καὶ ἐκακώθησαν ἀπὸ θλίψεως,» καὶ τὰ λοιπά. «Ἀνδρὸς λυπηροῦ ξηραίνεται ὀστᾶ.» «∆ότε μέθην τοῖς ἐν λύπαις, καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις, ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι.» «Ὥσπερ σὴς ἱματίῳ, καὶ σκώληξ ξύλῳ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν.» «Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ.» «Οἴμοι, ψυχὴ, ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα.» «Εἶπεν Ἰωνᾶς πρὸς αὐτούς· Ἄρατέ με, καὶ ἐμβάλετε εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα, διότι ἔγνωκα ὅτι δι' ἐμὲ ὁ κλύδων οὗτος.» «Ἐβόησα ἐν θλίψει.» «∆έσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με μᾶλλον ἢ ζῇν με.» «Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.» «Τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει με.» «Τίς δώσει ἐν κεφαλῇ μου ὕδωρ, καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων; καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός.» «Οἴμοι ἐγὼ, μῆτερ, ὡς τίνα με ἔτεκες, ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ; Οὔτε ὠφέλησα, οὔτε ὠφέλησέν με οὐδείς. Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.» «Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα ᾗ ἔτεκέν με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή. Ἵνα τί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους 96.24 καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;» «Συνετρίβη ἡ καρδία μου ἐν ἐμοὶ, ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου· ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος, καὶ ὡς ἄνθρωπος συνεχόμενος.» «Ναβουχοδονόσωρ βασιλεὺς Βαβυλῶνος κατέφαγέ με ὡς δράκων· ἔπλησεν τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τροφῆς μου. Ἔξωσάν με οἱ μόχθοι μου εἰς Βαβυλῶνα.» «Ψυχὴ λυπουμένη καὶ ψυχὴ πεινῶσα δώσουσι δόξαν καὶ δικαιοσύνην, Κύριε.» «Μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ τῇ καταλειφθείσῃ ὑπὸ πολλῶν. Βαδίζετε, τέκνα, βαδίζετε· ἐγὼ γὰρ κατελείφθην ἔρημος. Ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης, ἐνεδυσάμην δὲ σάκκους τῆς δεήσεως.» «Ἴδε, Κύριος, τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ὁ ἐχθρός. Ἴδε, Κύριος, ὅτι θλίβομαι, καὶ ἡ καρδία μου ἐταράχθη, καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοί. Ἐχόρτασέ με πικρίας, ἐμέθυσε χολῆς, ἐξέβαλε ψήφῳ ὀδόντας μου. Ἐψώμισέ με σποδόν· ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου.» «Μὴ παροξύνῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ. Καρδίαν παρωργισμένην μὴ προσταράξῃς.» «Μὴ καταγελάσῃς ἄνθρωπον ἐν πικρίᾳ ψυχῆς