176
∆εσπότου. Τοῦτο γὰρ λέγει· ιβʹ, ιγʹ. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνη σθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπι τηδεύμασί σου ἀδολεσχήσω." Πάντα γάρ σου τὰ ἐξ ἀρχῆς εἰς ἡμᾶς γεγενημένα θαυμάσια εἰς μέσον προθήσω, καὶ ἐν αὐτοῖς διηνεκῶς τὴν μελέτην ποιούμενος, τὰς χρηστοτέρας ἐλπίδας οὐκ ἀποῤ ῥίψω. ιδʹ. "Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου." Ὁ δὲ Σύμμαχος οὕτως· Ὁ Θεὸς, ἐν ἁγιασμῷ ἡ ὁδός σου· ὁ δὲ Ἀκύλας, Ἐν ἡγιασμένῳ. Ἅγιος εἶ,φησὶ, καὶ ἐν ἁγίῳ ἀναπαύῃ, καὶ ἐν τούτοις ἐνοι κεῖς καὶ ἐμπεριπατεῖς. "Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; [ιεʹ.] Σὺ εἰ, ὁ Θεὸς, ὁ ποιῶν θαυμάσια μόνος." Πάντων ὑπερ έχεις, ∆έσποτα· μόνος γὰρ ἅπερ ἐθέλεις θαυμα τουργεῖς. 80.1481 "Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. [ιʹ.] Ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ." Ἅπασιν ἀνθρώποις τὸ σὸνδεδήλωκας κράτος, τῆς Αἰγυπτίων ἐλευθερώσας δου λείας τὸν χρηματίσαντά σου λαόν· οἳ πρόγονον μὲν ἔσχον τὸν Ἰακὼβ, περιφανεῖς δὲ ἐκ τῆς τοῦ Ἰωσὴφ ἀπεφάνθησαν συγγενείας. ιζʹ, ιηʹ. "Εἴδοσάν σε ὕδατα ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι. Πλῆ θος ἤχους ὑδάτων." ∆ιὰ πάντων, ∆έσποτα, τὴν σὴν ἔδειξας δύναμιν. Αἰγυπτίους ἐμαστίγωσας, τὸν σὸν λαὸν ἠλευθέρωσας, ἐπεφάνης τῇ θαλάσσῃ, καὶ διῃρέθη τὸ πέλαγος, καὶ ἡ ῥοώδης ἑκατέρωθεν ἔστη φύσις. "Φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. [ιθʹ.] Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ." Ὁ δὲ Σύμμαχος, Ἦχον ἔδωκεν αἰθήρ. Νότου γὰρ, ὡς φησὶν ἡ ἱστορία, βιαίου πνέοντος, διῃρέθη τὸ πέλαγος· τοῦ δὲ ἀέρος συστρεφομένου, καὶ τῶν νεφῶν συνισταμένων, ὁ ἄνεμος τίκτεται. Αἱ δὲ τιμωρίαι σου, φησὶ, δίκην βελῶν κατὰ τῶν πολε μίων ἐχώρουν· τῷ δὲ κτύπῳ τῆς βροντῆς τοὺς τῶν Αἰγυπτίων ἁρμάτων τροχοὺς συνεπόδισας. Τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει· "Ἐγενήθη γὰρ ἐν τῇ φυ λακῇ τῇ ἑωθινῇ, καὶ εἰσέβλεψε Κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων, καὶ συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν, καὶ ἦγεν αὐτοὺς μετὰ βίας." -"Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκου μένῃ." Τῆς γὰρ θαυματουργίας τὸ φῶς δίκην ἀστρα πῆς εἰς πᾶσαν τὴν οἰκουμένην διέδραμεν. "Ἐσα λεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ." ∆έους ἐπλή σθησαν ἅπαντες τὴν σὴν ἀκούσαντες δύναμιν. Τοῦτο καὶ Ῥαὰβ ἡ πόρνη πρὸς τοὺς κατασκόπους ἔφη· "Ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ὑμῶν, ἔπεσεν ἐφ' ἡμᾶς· ἠκούσαμεν γὰρ, ὅπως καταδιεῖλε Κύριος ὁ Θεὸς ὑμῶν τὴν Ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν." κʹ. "Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσον ται." Ῥᾴδιόν σοι καὶ θάλασσαν διατεμεῖν, καὶ ἐπὶ ὑδάτων ἐποχεῖσθαι πολλῶν, καὶ μηδὲ ἴχνος καταλιμπάνειν· ἀσώματον γὰρ ἔχεις τὴν φύσιν. Ταῦτα δὲ τοῖς ἄνω προστέθεικεν. Ἀοράτως γὰρ, φησὶν, ἡγούμενος τοῦ λαοῦ, οὐδὲ ἴχνος ἡμῖν τῆς σῆς πορείας ἔδειξας. καʹ. "Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου, ἐν χειρὶ Μωσῆ καὶ Ἀαρών." Ἐκείνοις γὰρ χρώμενος ὑπουργοῖς, καὶ δι' ἐκείνων φθεγγόμενος, τὸν σὸν λαὸν ἐποδήγησας, καὶ τὸν σὸν ἐξεπαίδευσας νόμον. Τούτων δὲ ἁπάντων ἐποιήσαντο μνήμην, εἰς ἔλεον τὸν τῶν ὅλων Θεὸν διεγείροντες, καὶ παρακαλοῦντες τῆς αὐτῆς ἀπολαῦσαι κηδεμονίας. 80.1484
ΕΡΜΗΝ. ΤΟΥ ΟΖʹ ΨΑΛΜΟΥ. αʹ. "Συνέσεως τῷ Ἀσάφ." Τὸν παλαιὸν δεδω κὼς νόμον ὁ τῶν ὅλων Θεὸς
τοῖς υἱοῖς Ἰσραὴλ, προσέταξε τοῦτον διηνεκῶς ἐκπαιδεύεσθαι, καὶ τὰ τέκνα διδάσκειν· καὶ μὲν δὴ καὶ τῶν ἑορτῶν τὰς αἰ τίας, τοῖς ἐκγόνοις ὑποδεικνύναι, ὡς ἂν τὰς θείας εὐεργεσίας μανθάνοντες, εὐγνώμονες γένοιντο περὶ τὸν τὰ τοιαῦτα κεχαρισμένον. "∆ιδάξεις γὰρ αὐτὰ, φησὶ, τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου, καὶ φυλάξουσι τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ, ἵνα εὖ αὐτοῖς γένηται." Τοῦτο πεποίηκεν ἡ προφητικὴ χάρις, καὶ διὰ τοῦ προκειμένου ψαλμοῦ· ἀναμιμνή σκει γὰρ τὸν λαὸν, καὶ τοὺς τούτων ἐκγόνους, τῶν τε ὑπὸ Θεοῦ γεγενημένων, καὶ τῶν