176
προβάτων, κλειδοῦχε τῆς οὐρανῶν βασιλείας, πέτρα τῆς πίστεως, ἐφ' ᾗ ᾠκοδόμηται ἡ καθολικὴ ἐκκλησία· Πέτρος γὰρ σύ, τὸν Πέτρου θρόνον κοσμῶν καὶ διέπων· λύκοι βαρεῖς εἰσεφθάρησαν ἐν τῇ αὐλῇ Κυρίου, πύλαι ᾅδου ὡς πάλαι προσερράγησαν αὐτῇ. τί τοῦτο; διώκεται Χριστὸς σὺν μητρὶ καὶ θεράπουσιν, εἴπερ ἡ τῆς εἰκόνος καταδρομὴ τοῦ πρωτοτύπου διωγμός· ἐντεῦθεν κατένεξις πατριαρχικῆς κεφαλῆς ἐξορίαι τε καὶ περιορισμοὶ ἀρχιερέων τε καὶ ἱερέων, μοναστῶν τε καὶ μοναζουσῶν, εἱρκταί τε καὶ σιδηρώσεις, βάσανοί τε καὶ τέλος θάνατοι. ὢ τοῦ φοβεροῦ ἀκούσματος· ἡ σεπτὴ εἰκὼν τοῦ Σωτῆρος ἡμῶν θεοῦ, ἣν καὶ δαίμονες φρίττουσιν, ἐνύβρισται, ἐξουδένωται, οὐ μόνον ἐν τῇ βασιλευούσῃ πόλει, ἀλλὰ γὰρ καὶ κατὰ πᾶσαν χώραν καὶ πολίχνην. θυσιαστήρια ἠφανίσθη, ναοὶ ἠμαυρώθησαν, ἱερὰ ἐκοινώθη, ἐχέθη αἵματα καὶ χέεται τῶν ἀντεχομένων τοῦ εὐαγγελίου, διωγμοὶ καὶ φυγαδεῖαι τῶν ἔτι ὑπολελειμμένων. ἐσίγησεν πᾶν εὐσεβοῦν στόμα δέει θανάτου, ἠνέῳκται ἡ ἀντίθετος καὶ βλάσφημος γλῶσσα, σεσάλευται πᾶσα σὰρξ ἀμφοτερίζουσα. οἴμμοι, φησίν, ὅτι ἐγενήθημεν ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος. Ἐφ' ἡμᾶς, ὦ μάκαρ, ἐγένετο πάντα ταῦτα. ἃ τίς μὲν οὐκ ἐπιστυγνάσειεν, εἰς ἑαυτὸν τὰ τοῦ πλησίον ἀναθεωρῶν πάθη, τίς δὲ οὐ λογίσοιτο προεισόδια εἶναι τῆς τοῦ Ἀντιχρίστου παρουσίας, τοσοῦτον διαφέροντα ὅσον εἰκὼν ἀρχετύπου, ἐφ' ᾗ καὶ μαίνεται; δεῦρο δὴ οὖν ἀπὸ δυσμῶν ὁ χριστομίμητος, ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος· πρὸς σὲ εἴρηκε Χριστὸς ὁ θεὸς ἡμῶν, καὶ σύ ποτε ἐπιστρέψας στηρίξεις τοὺς ἀδελφούς σου. ἴδε ὁ χρόνος καὶ ὁ τόπος· βοήθησον ἡμῖν ὁ ὑπὸ θεοῦ τεταγμένος εἰς τοῦτο, ὄρεξον χεῖρα καθ' ὅσον οἷόν τέ ἐστιν· ἔχεις τὸ ἰσχύειν παρὰ θεῷ ἐκ τοῦ πάντων πρωτεύειν ἐν ᾧ καὶ ἐτέθης. πτόησον, δεόμεθα, τοὺς αἱρετικοὺς θῆρας σύριγγι τοῦ θείου λόγου σου· ὁ ποιμὴν ὁ καλός, θὲς τὴν ψυχὴν ὑπὲρ τῶν Χριστοῦ προβάτων, ἱκετεύομεν. ἀκουσάτω ἡ ὑπ' οὐρανὸν ὅτι ὑφ' ὑμῶν ἀναθεματίζονται συνοδικῶς οἱ ταῦτα τετολμηκότες καί γε ἀναθεματίζοντες τοὺς ἁγίους πατέρας ἡμῶν. τοῦτο εἴη θεῷ εὐπρόσιτον, ἀγγέλοις καὶ ἁγίοις χαρμόσυνον, σαλευομένοις στήριγμα, ἑδραιουμένοις ἐπισφράγισμα, καταπεπτωκόσιν ἀνάστημα, πάσῃ ἐκκλησίᾳ ὀρθοδόξων ἀγαλλίαμα, καί γε τῇ σῇ κορυφότητι κατὰ τοὺς πάλαι προηγησαμένους μνημόσυνον αἰώνιον· οἳ ἐν τοῖς ὁμοίοις καιροῖς τὰ παρ' ἡμῶν τῶν ἁμαρτωλῶν νῦν αἰτούμενα δεδρακότες πνευματοκινήτως καὶ μνημονεύονται καὶ μεμακάρινται. Πάντως δὲ πιστεύομεν ὡς ἐλέῳ οἰκτιρμῶν καμπτόμενος δέξῃ ἡμῶν τὸ εὐτελὲς γράμμα, Χριστὸν μιμούμενος, ὅς, θεὸς ὢν τῶν ἁπάντων, οὐκ ἀπηξίωσε τὴν παρὰ Αὐγάρου ἐπιστολὴν καὶ δέξασθαι καὶ πρὸς αὐτὴν ἀντιγράψαι. 272 {1Τῷ αὐτῷ}1 Τῷ παναγεστάτῳ πατρί, κορυφαίῳ φωστῆρι οἰκουμενικῷ, κυρίῳ ἡμῶν δεσπότῃ ἀποστολικῷ πάπᾳ, Ἰωάννης, Θεοδόσιος, Ἀθανάσιος, Θεόδωρος, ἐλάχιστοι πρεσβύτεροι καὶ ἡγούμενοι τῶν Καθαρᾶ, τοῦ Πικριδίου, τοῦ Παυλοπετρίου, τῶν Στουδίου. Ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, Χριστὸς ὁ θεὸς ἡμῶν, τὴν σὴν ἐν τῇ δύσει μακαριότητα ὥσπερ τινὰ λυχνίαν θεαυγῆ εἰς ἐπίλαμψιν τῆς ὑπ' οὐρανὸν ἐκκλησίας ἐπὶ τὸν ἀποστολικὸν πρώτιστον θρόνον θέμενος. καὶ γὰρ ᾔσθημεν φωτὸς νοεροῦ οἱ ἐν σκότει καὶ σκιᾷ θανάτου ἐνισχημένοι τῆς πονηρᾶς αἱρέσεως καὶ τὸ νέφος τῆς ἀθυμίας ἀπεθέμεθα καὶ πρὸς χρηστὰς ἐλπίδας ἀνενεύσαμεν, μεμαθηκότες δι' ὧν ἀπεστείλαμεν ἀδελφῶν ἡμῶν καὶ συνδούλων οἷα καὶ ἡλίκα πέπραχέ τε καὶ λέλεχεν ἡ ἁγία ὑμῶν κορυφαιότης, τοὺς μὲν αἱρετικοὺς ἀποκρισιαρίους ὡς λωποδύτας μηδὲ εἰς ἱερὰν αὐτῆς θέαν προσηκαμένη, πόρρω δὲ ὄντας ἐνδίκως ἀποπεμψαμένη, τοῖς δὲ ἡμετέροις ταλαιπωρήμασι διὰ τῆς ἐπακροάσεως τῶν γραμμάτων καὶ διηγήσεως τῶν ἀποσταλέντων ἐπιστυγνάσασά τε καὶ ἐπιστενάξασα θεομιμήτως ὡς ἐπὶ οἰκείοις μέλεσι. καὶ ὄντως ἔγνωμεν οἱ ταπεινοὶ ὡς ἐναργὴς διάδοχος τοῦ τῶν ἀποστόλων κορυφαίου προέστη τῆς Ῥωμαϊκῆς ἐκκλησίας· ἀληθῶς