176
τε τοὺς καθειργμένους ἄνδρας πολλοὺς καὶ γενναίους, ἀπὸ ἓξ καὶ ὀκτὼ χρόνων ἐγκεκλεισμένους, στρατιώτας τοὺς πλείονας τυγχάνοντας, καὶ τούτους ὁπλίσας εἰς τὸν Φόρον ἐξῆλθε σὺν αὐτοῖς κράζων· "ὅσοι Χριστιανοὶ εἰς τὴν ἁγίαν Σοφίαν." καὶ πέμψας καθ' ἕκαστον ῥεγεῶνα τὴν αὐτὴν φωνὴν ἀνακράζειν προσέταξεν. τὸ δὲ πλῆθος τῆς πόλεως θορυβηθὲν σπουδῇ εἰς τὸν λουτῆρα τῆς ἐκκλησίας συνηθροίσθη. αὐτὸς δὲ ἅμα τοῖς δυσὶ μοναχοῖς καὶ φίλοις αὐτοῦ σὺν καί τινων τῶν ἐκ τῆς φυλακῆς ἐξελθόντων ἐμφανεστέρων ἀνδρῶν εἰς τὸ πατριαρχεῖον ἀνῆλθε πρὸς τὸν πατριάρχην. εὑρὼν δὲ καὶ αὐτὸν τεταραγμένον διὰ τὰ κελευσθέντα τῷ πατρικίῳ Στεφάνῳ τῷ Ῥουσίῳ πείθει αὐτὸν κατελθεῖν εἰς τὸν λουτῆρα καὶ φωνῆσαι οὕτως· "αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος." ἅπαν δὲ τὸ πλῆθος ἦραν φωνήν· "ἀνασκαφῇ τὰ ὀστέα Ἰουστινιανοῦ." καὶ οὕτως ἐν τῷ ἱπποδρομίῳ ἐξέδραμε πᾶς ὁ λαός. ἡμέρας δὲ γενομένης, ἐξάγουσι τὸν Ἰουστινιανὸν εἰς τὸ ἱπποδρόμιον διὰ τῆς σφενδόνης καὶ ῥινοκοπήσαντες ἅμα καὶ γλωσσοκοπήσαντες ἐξώρισαν ἐν Χερσῶνι· ὁ δὲ ὄχλος συλλαβόμενος τόν τε Θεόδοτον τὸν μοναχὸν καὶ γενικὸν λογοθέτην καὶ Στέφανον τὸν σακελλάριον τὸν Πέρσην, σχοίνοις τε ἐκ ποδῶν τούτους δήσαντες σύρουσι διὰ τῆς μέσης λεωφόρου καὶ εἰς τὸν Βοῦν ἀπαγαγόντες κατέκαυσαν· καὶ οὕτω Λεόντιον βασιλέα εὐφήμησαν. Ῥωμαίων βασιλεὺς Λεόντιος ἔτη γʹ. αʹ. ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει Λεόντιος ἐβασίλευσε καὶ πάντοθεν εἰρηνικῶς διέμεινεν. 3 βʹ. ιδʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἄλιδος τὴν Ῥωμανίαν καὶ πολλοὺςαἰχμαλωτίσας ὑπέστρεψεν. καὶ ἐστασίασε Σέργιος, ὁ πατρίκιος τῆς Λαζικῆς, ὁ τοῦ Βαρνουκίου, καὶ ταύτην τοῖς Ἄραψιν ὑπέταξεν. ρʹ. χʹ. γʹ. ιʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Ἄραβες τὴν Ἀφρικὴν καὶταύτην παρέλαβον καὶ ἐκ τοῦ οἰκείου στρατοῦ ταξατιῶνα ἐν αὐτῇ κατέστησαν. ὁ δὲ Λεόντιος ταῦτα μαθὼν ἀποστέλλει τὸν πατρίκιον Ἰωάννην, ἄνδρα ἱκανόν, μετὰ πάντων τῶν Ῥωμαϊκῶν πλωϊμάτων. τούτου δὲ ἐν Καρθαγέννῃ φθάσαντος καὶ πολέμῳ τὴν τοῦ ἐκεῖσε λιμένος ἅλυσιν ἀνοίξαντος καὶ τοὺς ἐχθροὺς τρέψαντος καὶ ἐκδιώξαντος, ἅπαντα τὰ τῆς Ἀφρικῆς κάστρα ἠλευθέρωσε καὶ καταλιπὼν ταξατιῶνα ἴδιον τῷ βασιλεῖ ταῦτα ἀνήγαγε καὶ ἐκεῖσε ἐχείμασε κέλευσιν παρ' αὐτοῦ ἐκδεχόμενος. ὁ δὲ πρωτοσύμβουλος ταῦτα μαθὼν δυνατώτερον καὶ πολὺν στόλον κατ' αὐτῶν ἀποστέλλει καὶ τὸν προλεχθέντα Ἰωάννην σὺν τῷ αὐτοῦ στόλῳ πολέμῳ τοῦ λιμένος διώκει· καὶ εἰς περίδρομον λιτὸν ἔνδον παραλαβὼν ἔξωθεν φωσατικῶς ἠπλήκευσεν. ὁ δὲ προλεχθεὶς ἐπὶ Ῥωμανίαν ἀνέκαμψε πλειοτέραν δύναμιν παρὰ τοῦ βασιλέως βουλόμενος κομίσασθαι καὶ ἦλθεν ἕως Κρήτης ἐπὶ τὸν βασιλέα πορευόμενος. ὁ δὲ στρατὸς ὑπὸ τῶν ἰδίων ἀρχόντων [ἑλκόμενος καὶ] πρὸς τὸν βασιλέα ἀναβαλεῖν μὴ βουλόμενος (εἶχε γὰρ αὐτοὺς φόβος καὶ αἰσχύνη) εἰς βουλὴν πονηρὰν ἐξετράπη, καὶ τοῦτον ἀνέσκαψαν ψηφισάμενοι βασιλέα Ἀψίμαρον, δρουγγάριον τῶν Κιβυραιωτῶν εἰς Κουρικιώτας ὑπάρχοντα, Τιβέριον αὐτὸν μετονομάσαντες. τοῦ δὲ Λεοντίου ἐν Κωνσταντινουπόλει τὸν Νεωρήσιον λιμένα ἐκκαθαίροντος, ἡ τοῦ βουβῶνος λύμη ἐνέσκηψε τῇ πόλει καὶ πλῆθος λαοῦ ἐν τέσσαρσι μησὶ διέφθειρεν. καταλαμβάνει δὲ Ἀψίμαρος ἅμα τῷ συνόντι αὐτῷ στόλῳ καὶ προσώρμισεν ἀντικρὺ τῆς πόλεως ἐν Συκαῖς. ἐπὶ χρόνον δέʹ τινα τῆς πόλεως 371 Λεόντιον προδοῦναι μὴ βουλομένης, προδοσία γέγονε διὰ τοῦ μονοτείχους Βλαχερνῶν ὑπὸ ἐξωτικῶν ἀρχόντων τῶν τὰς κλεῖς τοῦ χερσαίου τείχους μεθ' ὅρκου φρικτοῦ ἐκ τῆς ἁγίας τραπέζης ἐμπιστευθέντων· οὗτοι δι' ἐπιβουλῆς παρέδωκαν τὴν πόλιν. εἰσελθόντες δὲ οἱ τῶν πλωϊμάτων στρατιῶται εἰς τοὺς οἴκους τῶν πολιτῶν ἐγύμνωσαν τοὺς οἰκήτορας αὐτῶν. ὁ δὲ Ἀψίμαρος τὸν μὲν Λεόντον ἐρρινοκόπησε καὶ ἐν τῇ μονῇ τῆς ∆ελμάτου ὑπὸ φυλακὴν εἶναι προσέταξεν, τοὺς δὲ ἄρχοντας καὶ φίλους αὐτοῦ ὡς συναποθανόντας αὐτῷ τύψας καὶ δημεύσας ἐξώρισεν· Ἡράκλειόν τε, τὸν γνήσιον αὐτοῦ ἀδελφόν, ὡς λίαν ἱκανώτατον,