Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
433 b. Cord. Athanasii.) Ὁ μὲν γὰρ ἀρχέκακος Σατανᾶς, ὁ τῶν ζιζανίων σπορεὺς, ὁ πάσης φαυλότητος εὑρετὴς καὶ διδάσκαλος, ἥρπασεν εἰς θά νατον τὴν τοῦ ἀνθρώπου φύσιν ἐν ἀρχαῖς διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως· ἀνεμόρφωσε δὲ πάλιν εἰς ἀφθαρ σίαν αὐτὴν ὁ πάντων ∆ημιουργὸς, καταργήσας τὸν θάνατον ἐν Χριστῷ, καὶ ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν. Οὐκοῦν ἐπὶ τούτοις ἑορτάζειν κελεύει τούς τε ὄντας ἐν οὐρανῷ καὶ ἅπαντας δὲ τοὺς ἐπὶ τῆς γῆς τὸ Πνεῦμα τὸ ἄγιον λέγον· "Εὐφραινέσθωσαν οἱ οὐ ρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῇ."] 69.1248 Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ. (B f. 390.) Οὔ τί πού φαμεν ὡς τῶν ἀναισθήτων ξύλων τὸ χαίρειν ἐστί· πρέπει δ' ἂν μᾶλλον ἁγίοις τὸ χρῆμα, οὓς δὴ μᾶλλον ἡσθῆναί φησιν, ἐπιλάμψαν τος τῷ κόσμῳ Χριστοῦ. Ὅτι ἔρχεται κρίνειν τὴν γῆν. (B f. 390, H f. 434 b.) Ἦλθε γὰρ ὁσίᾳ ψήφῳ καὶ θεοπρεπεῖ χρησάμενος. Καταδικάσει μὲν τὸν ἀρχέ κακον θῆρα, καὶ εἰς τὴν φλόγα πέμψει τὴν ἀκοίμη τον. Λυτρώσεται δὲ τοὺς ὑπ' αὐτὸν γεγονότας, του τέστιν ἡμᾶς, καὶ δικαιώσει πίστει.
ΨΑΛΜΟΣ ς ʹ.
Τῷ ∆αβὶδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται. (B f. 390 b, H f. 435 b.) ∆αβὶδ μὲν
ὠνομάσθη πλεισταχοῦ παρὰ τῆς θεοπνεύστου Γραφῆς ὁ ἐκ σπέρ ματος ∆αβὶδ γεγονὼς κατὰ σάρκα Χριστός· καθάπερ ἀμέλει καὶ Ἰσραὴλ, οἱ ἐξ Ἰσραὴλ, καὶ Ἰακὼb, οἱἐξ Ἰακώb. Ἄδεται τοίνυν ὁ ψαλμὸς τῷ ∆αβὶδ τῷ κατὰ σάρκα Χριστῷ. Ἄδεται δὲ πότε καὶ ἐπὶ τίσιν; Ὁπότε, φησὶν, ἡ γῆ αὐτοῦ κατέστη. Καὶ μετ' ὀλίγα. Ἐπέφανεν γὰρ ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔπαυσε τοὺς θορύβους, κατέστησε τὴν γῆν. Καὶ τίνα τρόπον, ὁ ψαλμὸς διδάξει λέγων· "Ὁ Κύριος ἐβα σίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί." Οὕτω κατέστη τὰ καθ' ἡμᾶς· βεβασίλευκε γὰρ ὁ Χριστός. Αὕτη γέγονεν τῆς ἑορτῆς ἡ πρό φασις. [∆ικαιοσύνη καὶ κρῖμα κατόρθωσις. (B f. 391, H f. 437. Cord. Anonymi.) Βεβασίλευκε γὰρ ἡμῶν ὁ Χριστὸς, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίαις. Ἐχρήσατο δὲ καὶ θεοπρεπεῖ καὶ φιλ αγάθῳ κρίματι· δεδικαίωκε γὰρ οὐκ ἐξ ἔργων δικαιο σύνης, ἀλλὰ κατὰ πολὺ αὐτοῦ ἔλεος. Σέσωκε δὲ ἡμᾶς καὶ δι' ὕδατος. ∆ι' ὕδατος δὲ ποίου; τοῦ ἁγίου μυ στικοῦ δηλονότι, ἐν ᾧ συνετρίβη καὶ πεπάτηται, μᾶλ λον δὲ καὶ ἀπόλωλεν ὁ πολυκέφαλος δράκων, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραί.] [Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται. (B f. 391 b, H f. 437. Cord. Alterius.) Πῦρ φησιν οὐ πάντως τοῦτο τὸ αἰσθητὸν, οὔτε μὲν τὴν ὁρωμένην φλόγα, ἀλλὰ θείαν τινὰ δύναμιν ἄμαχον, καὶ δυσάν τητον, καὶ δυσδιάφευκτον, πυρὸς δίκην κατεσθίουσαν τοὺς ἐχθρεύοντας αὐτῷ. Οὗτοι δὲ ἦσαν καὶ πρό γε τῶν ἄλλων οἱ ἀλιτήριοι δαίμονες, καὶ τῆς ἀγέλης αὐτῶν ἐπιστάτης· τοῦτον κατέφλεξεν ὁ Σωτὴρ τοῖς ἄλλοις ὁμοῦ. Οὐ γὰρ ἦν ἑτέρως ἐξελέσθαι τοὺς ἐπὶ τῆς γῆς ὑπ' αὐτῷ γενομένους, εἰ μὴ καθάπερ τι πῦρ ἀφῆκεν αὐτῷ τὴν δαπανῶσάν τε καὶ ἀφανίζουσαν αὐτὴν ὀργήν. Οὕτως οὖν ἐξείλετο τοὺς ὑπ' αὐτῷ γε γονότας, σέσωκε τοὺς ἐν αἰχμαλωσίᾳ, ἐῤῥύσατο τοὺς πεπλανημένους, καὶ εἰς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς.] [Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ. (B f. 391 b, H f. 458 Cord. Anonymi.) Πεφανέρω 69.1249 ται γὰρ ἡ ἔκλαμψις τοῦ Χριστοῦ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ πεφώτικεν τὰς ἁπάντων καρδίας. Καὶ μετ' ὀλίγα· Ἔοικεν ἐν τούτοις ὁ μακάριος Ψαλμ ωδὸς ἀστραπὰς ὀνομάζειν Χριστοῦ τοὺς τὸ θεῖον καὶ εὐαγγελικὸν ἱερουργοῦντας κήρυγμα, τουτέστιν ἀπο στόλους καὶ εὐαγγελιστὰς, οἷς καὶ αὐτὸς ἔφη Χριστός· "Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου." Φῶς μὲν γὰρ τὸ ἀληθινὸν αὐτός ἐστιν ὁ Υἱὸς, καταφωτίζων ἅπα σαν κτίσιν λογικήν. Ἐπειδὴ δὲ γεγόνασι μέτοχοι τοῦ παρ' αὐτοῦ φωτὸς, καὶ αὐτοὶ χρηματίζουσι φῶς τοῦ κόσμου. Οὗτοι τοίνυν οἱ τῶν εὐαγγελικῶν κηρυγμά των ἱερουργοὶ καθάπερ ἀστραπαὶ γεγόνασι, τὴν ὑπ' οὐ ρανὸν