177
αὐτοὺς ὑπ' ἀνάγκης προσχωρεῖν οὐκ ἐπὶ τοῖς αὐτοῖς ὥσπερ νῦν, ἀλλὰ χείροσι πολλῷ, ὀργῇ φερομένου βασιλέως πρὸς αὐτοὺς διὰ τὸν πόλεμον. τοιαῦτα δὲ αὐτοῖς ἐπῄει λέγειν, οὐ μόνον οἰομένοις ἑαυτοῖς τε καὶ τοῖς ἄλλοις τὴν βουλὴν λυσιτελεῖν, ἀλλὰ καὶ τὰ βασιλέως πράττουσιν ἀφανῶς, κρύφα διὰ γραμμάτων πρὸς αὐτοὺς διειλεγμένου καθ' ὅσον χρόνον ἐληΐζετο καὶ ἐπόρθει Ἀλβανούς. οὕτω δ' ἑκατέροις αὐτοῖς βουλευομένοις ἀλλήλοις ἐναντία ἐδόκει δεῖν καὶ βασιλίσσῃ τὴν βουλὴν ἀνατιθέναι ὡς ἅττα ἂν ἕλοιτο αὐτὴ, διαπραξομένων καὶ αὐτῶν. ἡ δὲ πρῶτα μὲν ὡμολόγει χάριτας αὐτοῖς πολλὰς, ὡς οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ αὐτῆς καὶ τοῦ παιδὸς πρόνοιαν ποιουμένοις. συνεβούλευέ τε μὴ πρὸς βασιλέα πόλεμον κινεῖν ὡς οὐκ ἀπαλλάξοντας καλῶς, οἷα δὴ αὐτῆς μὲν οὔσης γυναικὸς, τοῦ παιδὸς δὲ νηπίου, αὐτῶν δὲ διὰ τὴν ἀναρχίαν στασιασόντων πρὸς ἀλλήλους καὶ διαφθαρησομένων· ἀλλὰ πρεσβείαν πρὸς βασιλέα πέμπειν, τοὺς συνετωτάτους ἑαυτῶν καὶ μάλιστα εἰδότας πράγμασι χρῆσθαι ἀπολεξαμένους, καὶ πρῶτα μὲν αἰτεῖν τὴν μεγάλου δομεστίκου θυγατέρα Νικηφόρῳ τῷ ἐκεί 1.501 νης παιδὶ κατεγγυᾷν· ἔπειτα, εἰ μὲν οἷόν τε ᾗ, αὐτονόμους ἐᾷν, τὴν ἰδίαν ἀρχὴν ᾗ βούλονται διοικεῖν αὐτοί· στρατιὰν δὲ παρέχειν ὅση πάρεστι πολεμησείουσαν οἷς ἂν κελεύοι βασιλεὺς, καὶ αὐτὸν ὁμοίως ἄν τις αὐτοῖς ἐπίῃ, συμμαχίαν πέμπειν. ἂν δὲ μὴ βούλοιτο ἐπὶ τούτοις βασιλεὺς, ἀλλ' ὑφ' ἑαυτῷ παντάπασι τὴν ἡμετέραν ποιεῖσθαι ἀρχὴν φιλονεικοίη, ὅσαπερ ἂν δοκοίη ἐμοί τε καὶ υἱῷ καὶ ὑμῖν λυσιτελεῖν αἰτησαμένους, τῆς ἀρχῆς καὶ τῶν πόλεων παραχωρεῖν καὶ μὴ διὰ φιλονεικίαν ἑαυτούς τε καὶ τὴν χώραν τοῖς ἐκ τοῦ πολέμου κακοῖς ἐσχάτοις περιβάλλειν. λγʹ. Τοιαῦτα μὲν βασίλισσα παρῄνει Ἀκαρνάσιν. ἐπεὶ δὲ πλείους ἦσαν οἱ βουλόμενοι τὰ ἴσα, ὀλίγοι γὰρ ἦσαν οἷς πρὸς βασιλέα πολεμητέα ἐδόκει εἶναι, ἐπεψηφίζετο ἡ βουλὴ, καὶ πρεσβείαν ἀπελέξαντο ἑαυτῶν τοὺς μάλιστα συνετωτάτους, οἷς ἐπετέτραπτο πρὸς βασιλέα ἀπελθοῦσιν ἅττα ἂν μάλιστα συμφέρειν πᾶσι κοινῇ καὶ ᾖ δυνατὰ πράττειν. οἳ καὶ εἰς Βαλάγριτα ἐλθόντες προσεκύνησάν τε βασιλέα καὶ διειλέχθησαν περὶ ὧν ἧκον. βασιλεὺς δὲ τὸ μὲν Νικηφόρῳ τῷ δεσπότου παιδὶ τὴν μεγάλου δομεστίκου θυγατέρα πρὸς γάμον συνάπτειν, καὶ αὐτῷ εἶναι κατὰ γνώμην εἶπε, καὶ τὸν γάμον ἐπιτρέπειν· καὶ περιόντος γὰρ ἔτι δεσπότου τοῦ Νικηφόρου πατρὸς πρεσβείαν τούτου ἕνεκα πεπομφότος πρὸς αὐτὸν ἐπιτετραφέναι. βασιλίσσης τε τῆς ἐκείνου μητρὸς καὶ θυγατέρων πρόνοιαν τὴν προσήκουσαν ποιήσεσθαι, ἀποστάσης τῆς ἀρχῆς, ὥστε διάγειν ὅποι ἂν αὐτῷ βέλτιον 1.502 δοκῇ. αὐτούς τε εὐεργετήσειν τιμαῖς τε καὶ προσόδοις ἐτησίοις ὧν ἂν ἕκαστος ἄξιος κριθῇ. αὐτονόμους δὲ αὐτοὺς ἔχοντας Ἀκαρνανίας τὴν ἀρχὴν, οὐκ ἂν παρόψεσθαι, ἀλλ' ἐπιχειρήσειν παντὶ τῷ τρόπῳ καταδουλοῦν καὶ ὑπάγειν ἑαυτῷ. καὶ βασιλέας γὰρ τοὺς αὐτοῦ προγόνους πολλὴν φροντίδα πεποιῆσθαι τοῦ Ἀκαρνανίαν ὑφ' ἑαυτοὺς ποιεῖσθαι, ἀδίκως ἀποτετμημένην τῆς Ῥωμαίων ἡγεμονίας, τῶν πρώτως αὐτὴν ἀποστησάντων αὐθαδείᾳ καὶ ἀγνωμοσύνῃ τῇ πρὸς βασιλέα εἰς ἰδίαν ἑαυτοῖς ἀρχὴν περιποιησαμένων καὶ κρατυναμένων ἐπὶ χρόνον ἤδη συχνόν τινα διὰ τὸ βασιλέας εἰς ἐθνῶν τινων πολέμους ἑτέρους ἠσχολῆσθαι. νυνὶ δὲ αὐτὸν ἀμελήσαντα τῶν ἄλλων, ἐνθάδε ἥκειν. εἰ μὲν οὖν ἐθέλωσιν ἄνευ πόνων καὶ κινδύνων τὰς πόλεις αὐτῷ παραδιδόναι, αὐτόν τε πραγμάτων ἀπαλλάξειν καὶ σφίσιν αὐτοῖς αἰτίους γενήσεσθαι μεγάλων ἀγαθῶν· ἐὰν δὲ μὴ, ὡς πολεμήσοντας αὐτῷ παρασκευάζεσθαι ἀπελθόντας. βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπεν· οἱ πρέσβεις δὲ ὁρῶντες, ὡς εἰ μὴ πείθοιντο τοῖς βασιλέως λόγοις, οὐδενὸς ἑτέρου λειπομένου ἢ διαφθειρομένην ὑπὸ τοῦ πολέμου τὴν γῆν αὐτῶν ὁρᾷν, παρεσκευασμένης ἐσβαλεῖν οὔσης τῆς Ῥωμαίων στρατιᾶς, σφᾶς τε αὐτοὺς καὶ τὰς πόλεις συνέβησαν παραδιδόναι· καὶ μετ' οὐ πολὺ βασιλέως ἐκεῖ γενομένου, αἵ τε πόλεις πᾶσαι προσεχώρησαν ἑκοῦσαι καὶ ἡ στρατιὰ ἅμα τοῖς δυνατοῖς τῶν Ἀκαρνάνων. βα 1.503 σιλεύς τε ἐπιδεικνύμενος πρὸς αὐτοὺς