177
πεπραγμένα, αἰτίους τῆς ταραχῆς διέγνω τοὺς Σαμαρεῖς· ̓Ιουδαίους δὲ ους δεδεμένους ειχεν ὁ Κούμανος, ἀνεσταύρωσεν ὡς νεωτερίσαντας. τοὺς δὲ περὶ ̓Ανανίαν τὸν 2.44 ἀρχιερέα καὶ τὸν στρατηγὸν Ανανον δήσας εἰς ̔Ρώμην ἀπέστειλε, λόγον περὶ τῶν πεπραγμένων Κλαυδίῳ ὑφέξοντας. κελεύει δὲ καὶ τοῖς Σαμαρέων καὶ ̓Ιουδαίων πρώτοις καὶ Κουμάνῳ τῷ ἡγεμόνι καὶ τῷ χιλιάρχῳ Κέλερι ἀφικέσθαι καὶ αὐτοὺς πρὸς τὸν αὐτοκράτορα, κριθησομένους περὶ τῶν πρὸς ἀλλήλους ζητήσεων. ἀπελθόντων δέ, δικαστὴς καθίσας ὁ Κλαύδιος, καὶ γνοὺς τοὺς Σαμαρεῖς τῶν κακῶν ἀρχηγούς, τοὺς ἀναβάντας πρὸς αὐτὸν ἀναιρεθῆναι ἐκέλευσε, φυγὴν δὲ τοῦ Κουμάνου κατεψηφίσατο, τὸν μέντοι Κέλερα τὸν χιλίαρχον εἰς ̔Ιεροσόλυμα ἀπαχθῆναι ἐκέλευσε καὶ συρέντα πάντων ὁρώντων διὰ τῆς πόλεως ουτως ἀναιρεθῆναι. Πέμπει δὲ ὁ Καῖσαρ Φήλικα τῶν ̓Ιουδαίων ἐπιτροπεύσοντα· ̓Αγρίππᾳ δὲ δωρεῖται τὴν Φιλίππου τετραρχίαν καὶ Βαταναίαν καὶ τὴν Τραχωνῖτιν σὺν ̓Αβέλλᾳ, αυται δὲ Λυσανίου ησαν τετραρχίαι, τὴν δὲ Χαλκίδα ἀφαιρεῖται αὐτόν, ετη τέσσαρα ταύτης αρξαντα. ὁ δ' ̓Αγρίππας ἐκδίδωσι πρὸς γάμον ̓Αζίζῳ τῷ ̓Εμέσων βασιλεῖ, περιτμηθῆναι θελήσαντι, ∆ρούσιλλαν τὴν ἀδελφήν, τοῦ ̓Επιφανοῦς ̓Αντιόχου παραιτησαμένου τὸν γάμον, οτι μὴ ἰουδαΐσαι ἐβούλετο. καὶ Μαριὰμ κατηγγύησεν ̓Αρχελάῳ τῷ ̔Ελκίου παιδί, ὑπ' ̓Αγρίππα τοῦ πατρὸς πρῴην μνηστευθεῖσαν αὐτῷ. Φῆλιξ δὲ τῆς ̓Ιουδαίας ἐπιτροπεύων, καὶ τὴν ∆ρούσιλλαν ἰδὼν κάλλους περιττῶς εχουσαν, ἑάλω τῷ ταύτης ερωτι, καὶ πείθει καταλιποῦσαν τὸν ανδρα αὐτῷ γαμηθῆναι. τεκοῦσα δ' ἐξ αὐτοῦ παῖδα ̓Αγρίππαν αὐτὸν ὠνόμασε. λέγεται δὲ κατὰ τοὺς Τίτου χρόνους ἡ γυνὴ σὺν τῷ παιδὶ νεανίᾳ γεγενημένῳ ἀφανισθῆναι κατὰ τὸ Βέσβιον ορος, πυρφόρον ον καὶ τότε μᾶλλον ἐκπυρωθέν. Βερνίκη δὲ ἑτέρα 2.45 ἀδελφὴ τοῦ ̓Αγρίππου, συνοικοῦσα ̔Ηρώδῃ τῷ θείῳ, θανόντος ἐκείνου Πολέμωνι συνηρμόσθη, περιτμηθῆναι θελήσαντι, διὰ τὴν φήμην τὴν λέγουσαν αὐτὴν τῷ ἀδελφῷ συνιέναι κατ' ερωτα, ιν' ουτω τὴν διαβολὴν ἀποφήνῃ ψευδῆ. οὐ μὴν εμεινεν ὁ γάμος ἐπὶ πολύ, τῆς Βερνίκης καταλιπούσης τὸν Πολέμωνα. Τελευτᾷ δὲ Κλαύδιος Καῖσαρ βασιλεύσας ετη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ ἐφ' ἡμέραις εικοσι. λόγος δὲ ην ὡς ὑπὸ τῆς γυναικὸς ̓Αγριππίνης φαρμάκοις ἀνῄρητο· ης πατὴρ ην Γερμανικὸς ὁ Καίσαρος ἀδελφός, ἀνὴρ δὲ ∆ομέτιος Αἰνόβαρβος τῶν ἐπισήμων ἐν ̔Ρώμῃ, ου τελευτήσαντος χηρεύουσαν αὐτὴν ὁ Κλαύδιος αγεται εχουσαν καὶ παῖδα ∆ομέτιον ὁμώνυμον τῷ πατρί. προανῃρήκει γὰρ τὴν γυναῖκα Μεσσαλῖναν διὰ ζηλοτυπίαν, ἐξ ης παῖδας ειχε Βρεττανικὸν καὶ ̓Οκτάβιον. καὶ ̓Οκταβίαν δὲ πρεσβυτάτην τῶν ἀδελφῶν ἐκ προτέρας ἑτέρας γυναικὸς ειχεν, ην τῷ Νέρωνι ηρμοσε· τοῦτο γὰρ τὸν τῆς ̓Αγριππίνης υἱὸν τὸν ∆ομέτιον μετωνόμασεν υστερον ὁ Καῖσαρ, εἰσποιησάμενος αὐτόν. ινα τοίνυν τούτῳ τὴν αὐταρχίαν περιποιήσηται ἡ μήτηρ ̓Αγριππῖνα, κτείνει φαρμάκῳ τὸν Κλαύδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς οἰκείοις καιροῖς καὶ τόποις εἰρήσεται, ὁ δὲ λόγος τῆς ἀκολουθίας ἐχέσθω. Ειχε μὲν ουν ὁ Νέρων μετὰ Κλαύδιον τὴν τῶν ̔Ρωμαίων ἀρχήν, τὰ δὲ κατὰ τὴν ̓Ιουδαίαν ἐπεδίδου πρὸς τὸ χεῖρον διηνεκῶς, καὶ λῃστηρίων ἡ χώρα ἐμπέπληστο καὶ γοήτων ἀπατώντων τὸν οχλον, ων πολλοὺς ὁ Φῆλιξ συλλαμβάνων ἀνῄρει. εχων δὲ ἀπεχθῶς πρὸς ̓Ιωνάθην τὸν ἀρχιερέα ὁ Φῆλιξ, πολλάκις 2.46 αὐτὸν νουθετοῦντα περὶ τοῦ κρειττόνως προΐστασθαι τῶν κατὰ τὴν ̓Ιουδαίαν, πρόφασιν ἐζήτει δι' ην τὸν ἐνοχλοῦντα συνεχῶς μεταστήσεται· καὶ διὰ τῶν λῃστῶν αὐτὸν ἀναιρεῖ, οι ἐν τῷ ναῷ παραγεγονότες ὡς προσκυνήσοντες καὶ ξιφίδια φέροντες ὑπὸ τὰς ἐσθῆτας ἀνεμίχθησαν τῷ πλήθει καὶ τὸν ̓Ιωνάθην ἀνεῖλον. ἀνεκδικήτου δὲ τοῦ τολμήματος μείναντος, ἀδεῶς οἱ λῃσταὶ ἀναβαίνοντες ους μὲν οἰκείους ἐχθροὺς ἀνῄρουν, ους δ' ἑτέρων ἐπὶ μισθῷ. γόητες δὲ καὶ ἀπατεῶνες ανθρωποι τὸν οχλον ἀνέπειθον επεσθαι σφίσιν εἰς τὴν ἐρημίαν, δείξουσιν ἐναργῆ σημεῖα καὶ τέρατα γινόμενα ἐκ θεοῦ· ων πολλοὺς ὁ Φῆλιξ ἐκόλαζεν. οἱ δέ γε λῃσταὶ τὸν δῆμον εἰς τὸν πρὸς