1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

177

αὐτοῦ· ἔστι γὰρ ὁ ταπεινῶν, καὶ ὁ ἀνυψῶν.» «Κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς.» «Κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν, ἢ ἀῤῥώστημα ἔμμονον. Μὴ δὸς εἰς λύπην τὴν ψυχήν σου, καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ. Πολλοὺς γὰρ ἀπώλεσεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὄφελος ἐν αὐτῇ.» «Ἀπὸ λύπης ἐκβαίνει θάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν. Μὴ δὸς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα.» «∆ιὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» «Ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν, οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ' ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Ἀλλ' ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου.» «Ἔκρινα ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Καὶ ἔγραψα τοῦτο, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ' ὧν ἔδει με χαίρειν.» Φίλον Θεῷ ἐκ τῆς καθ' ὑπερβολὴν θλίψεως χαρίζεσθαι τοῖς ἐκζητοῦσιν αὐτὸν τὴν βοήθειαν. Νοσεῖς; εὐθύμει. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Πτωχεύεις; εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέ 96.25 ξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα τοῦ Θεοῦ; μακάριος εἶ, ὅτι σου ἡ αἰσχύνη εἰς δόξαν ἀγγέλου μεταβληθήσεται. Πείσωμεν οὖν ἑαυτοὺς, ἀδελφοὶ, ἐν καιρῷ πειρασμοῦ μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀποτρέχειν, καὶ ἑαυτοῖς τὰς βοηθείας θηρᾶσθαι, ἀλλ' ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ τὰς δεήσεις ποιεῖσθαι. Οὗτος γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως, ὁ τῆς ἀνθρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν. -Φέρει παραμυθίαν ὀδυνωμένῳ ἡ κοινωνία τῶν στεναγμῶν. -Φορτικὸν τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμένοις ἡ ἐπιτίμησις. -Ἔστιν ὅτε καὶ τοῦτο φάρμακον ἀγαθὸν εἰς σωτηρίαν, ἡ θλῖψις. -Ποιεῖ καὶ βασιλέας ταπεινοὺς πάθος. Μὴ σφόδρα δάκνου τοῖς λυπηροῖς. Ἂν γὰρ ἧττον λυπούμεθα, ἧττόν ἐστι λυπηρά. Ὑπὲρ ὧν πάθωμεν κακῶς, ἢ ἁμαρτήματα διαλύομεν, ἢ λαμπροτέρους λαμβάνομεν τοὺς στεφάνους, ἂν μὴ ἁμαρτήματα τοσαῦτα ἔχωμεν. -Ἐὰν γλίχῃ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν θλῖψιν ἐπίσπασαι. Ὁ γὰρ μὴ θλιβόμενος, οὐδαμῶς εἰσελεύσεται, διότι στενή ἐστιν ἡ πύλη. Ὁ ἐκθλίβων ἑαυτὸν ἐν τῇ στενῇ, οὗτος εὔδηλον ὅτι τεύξεται τῆς θείας ἐκείνης εὐρυχωρίας, καὶ τῆς ἀναπαύσεως τῆς ἐν ταῖς ἐπουρανίοις αὐλαῖς. Ὁ δὲ ἐμπλατύνων ἑαυτὸν ἐν τῷ παρόντι βίῳ διὰ σπατάλης, καὶ μέθης, καὶ δόξης ἀπανθούσης, οὐκ ἂν εἰσέλθοι σφηνούμενος. -Προσέταξέ σοι ὁ Κύριος, ἵνα ἐπικαλέσῃ αὐτὸν ἐν ἡμέρᾳ θλίψεως. ∆ιὸ οὐ χρὴ κατοκνεῖν, ἀλλὰ παντὶ μὲν καιρῷ ἐπικαλεῖσθαι Θεὸν, μάλιστα δὲ ἐν τοῖς τῶν θλίψεων, ἵνα δείξωμεν τοῖς ἐχθροῖς, ὅτι οὐ κατεπόθημεν ὑπὸ τῶν περιστάσεων, ἀλλὰ μετὰ πεποιθήσεως πρὸς Θεὸν ἀναβλέπομεν. Πέμπτος ἡμῖν ἀγὼν, κατὰ τοῦ πνεύματος τῆς λύπης, τοῦ ἐπισκοτοῦντος τὴν ψυχὴν ἀπὸ πάσης πνευματικῆς θεωρίας, καὶ κωλύοντος αὐτὴν ἀπὸ πάσης ἀγαθῆς ἐργασίας. Ὅταν γὰρ πονηρὸν τοῦτο πνεῦμα περιδράξηται τῆς ψυχῆς, καὶ ὅλην αὐτὴν σκοτώσῃ, οὐκ εὐχὰς ἐκτελεῖν μετὰ προθυμίας συγχωρεῖ, οὐ τῶν ἱερατικῶν ἀναγνωσμάτων τῇ ὠφελείᾳ ἐγκαρτερεῖν. Πρᾶον καὶ εὐκατάμικτον πρὸς τοὺς ἀδελφοὺς τὸν ἄνθρωπον εἶναι οὐκ ἀνέχεται. Καὶ πρὸς αὐτὴν τοῦ βίου τὴν ἐπαγγελίαν μῖσος ἐμποιεῖ. ∆ιὰ τοῦτο εἷς σκοπὸς ἡμῖν ἐστιν ἀγωνίσασθαι τὸν πνευματικὸν ἀγῶνα, καὶ πάσῃ φυλακῇ τηρήσωμεν τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ πνεύματος τῆς λύπης. Ὥσπερ γὰρ σὴς ἱμάτιον, καὶ σκώληξ ξύλον, οὕτως ἡ λύπη τὴν τοῦ ἀνθρώπου ψυχὴν κατεσθίει, ἐκκλίνειν πείθουσα πᾶσαν ἀγαθὴν συντυχίαν· καὶ οὐδὲ παρὰ τῶν γνησίων φίλων συμβουλίας δέχεσθαι συγχωροῦσα, οὐδὲ χρηστὴν ἀπόκρισιν καὶ εἰρηνικὴν ἐπιτρέπουσα μεταδοῦναι, ἀλλὰ πᾶσαν τὴν ψυχὴν παραλαβοῦσα, πικρίας αὐτὴν καὶ ἀηδίας πληροῖ. Καὶ λοιπὸν ὑποβάλλει τοὺς 96.28 ἀνθρώπους ὡς αἰτίους αὐτῇ τῆς ταραχῆς γενομένους. Ἥντινα λύπην οὕτως ὀφείλομεν ἐκκλίνειν, ὡς τὴν πορνείαν