δοθεῖσαν ἡμῖν τῆς ἐλευθερίας αὐτεξουσιότητα παρὰ τοῦ κτίσαντος ἡμᾶς, ἵνα ἐφ' ἡμῖν ᾖ τὸ καὶ τῶν κρειττόνων ὀρέγεσθαι καὶ τῶν χειρόνων ἀπέχεσθαι. οὐ γὰρ ἂν ὁ δίκαιος κριτὴς ἐκόλαζεν ἡμᾶς, εἴπερ ἦν αὐτῶν τῶν κακῶν αὐτὸς ποιητής. ἄπαγε, παρακαλῶ, ἄπαγε, μηδὲ εἰς ἔννοιαν ἔλθῃ τῆς σῆς εὐλαβοῦς διανοίας τὸ ἄτοπον τοῦτο καὶ εὔηθες ῥῆμα. καθαρῶν γὰρ καὶ λίαν καλῶν φύσεων δημιουργὸς ὁ θεός, καθὼς διαγορεύει τὸ ἅγιον πνεῦμα ἐν τῇ κοσμοποιίᾳ· «ἰδού, γάρ φησι, πάντα καλὰ λίαν». 40.1.4 Ἰερεμίας δὲ ὀδυρόμενος καὶ ἀμφισβητῶν περὶ τῆς τῶν παθῶν αἰτίας «κύριος, φησί, οὐκ εἶπε· τίς οὕτως εἶπε, καὶ ἐγενήθη; κύριος οὐκ ἐνετείλατο ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακά, ἀλλὰ τὰ ἀγαθά». καὶ αὖθις ἡ ἐν τῷ εὐαγγελίῳ πρὸς τὸν κύριον ἐπερώτησις τῶν λογικῶν δυνάμεων· «κύριε, φησίν, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν τοῦτο τὸ ζιζάνιον;» ἑτέρωθι δὲ αὐτὸς ὁ σωτὴρ περὶ τῶν αὐτῶν φησι· «πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται». ὅτι γὰρ πᾶσα ἡ ἐκ θεοῦ φυτεία καλή, 40.1.5 μαρτυρεῖ Παῦλος (ἐν ᾧ Χριστὸς λαλεῖ)· «ὅτι πᾶν κτίσμα θεοῦ καλόν». γίνωσκε τοίνυν μὴ ἡμέτερα εἶναι τὰ ἐναποκεκρυμμένα ἐν ἡμῖν πάθη, ἀλλὰ ἀλλότρια· «ἐκ τῶν κρυφίων μου, γάρ φησι, καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φείσαι τοῦ δούλου σου», καί· «ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου», καί· «δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με». τί οὖν τὰ κρύφια ἢ τίνες οἱ ἀδικοῦντες καὶ πολεμοῦντες ἢ τίνες οἱ ἀλλότριοι, εἰ μὴ τὰ τῆς πονηρίας πνεύματα τὰ ἀντικείμενα ταῖς Χριστοῦ ἀρεταῖς; 40.1.6 Πρόσεχε ἀκριβῶς, ὅπως καὶ ὁ νόμος μαρτυρεῖ καὶ βοᾷ περὶ τῆς κατὰ τὸν ἔσω ἄνθρωπον καθαρότητος· «οὐ λήψῃ, φησί, τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσει κύριος τὴν καρδίαν τοῦ λαμβάνοντος τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ». διὸ καὶ ὁ ἀπόστολος παραινεῖ φάσκων· «καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ», οὐ μόνον σαρκός, ἀλλὰ καὶ πνεύματος, καὶ ἑτέρωθί φησι· «ἐρραντισμένοι (φησίν) ἀπὸ συνειδήσεως πονηρᾶς τὴν καρδίαν», καὶ πάλιν· «ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως 40.1.7 διαφυλαχθείη», καί· «ἵνα γένησθε τέκνα θεοῦ ἀμώμητα». ὅσοι τοίνυν βούλονται τῆς υἱοθεσίας καταξιωθῆναι, οὐ τὸ σῶμα μόνον ἁγνὸν φυλάττουσιν, ἀλλὰ καὶ τὴν ψυχὴν κατὰ τὸν λέγοντα· «γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ». οἱ μὲν γὰρ ὑπὸ νόμον τὰ τῆς σαρκὸς δικαιώματα ἐπιτελοῦντες μόνον τὴν ἐκτὸς φυλάττουσι καθαρότητα, οἱ δὲ ὑπὸ χάριν καὶ τῆς ἔνδον ἐν ἁγιασμῷ εἰρήνης ὀρέγονται, πεισθέντες τῷ εἰρηκότι· «ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ 40.1.8 Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». οἱ γὰρ Φαρισαῖοι τυφλωθέντες τὴν διάνοιαν «τὰ ἔξω τοῦ ποτηρίου» πλύνουσιν, ὡς καὶ νῦν οἱ κατ' αὐτοὺς νέοι Φαρισαῖοι τὸν ἔξω ἄνθρωπον ἐν ἐπιτηδευτῷ νοῒ σχηματίζοντες ἑαυτοὺς δικαιοῦσι, μὴ συμμαρτυροῦντος τοῦ ἁγίου πνεύματος τῷ πνεύματι αὐτῶν, ἵνα ὦσι τέκνα θεοῦ κατὰ τὸν λέγοντα ἀπόστολον· «αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα θεοῦ»καὶ μὴ βουλόμενοι γνωρίσαι τὴν ἐν ἁγιασμῷ αὔξησιν τοῦ ἔσω ἀνθρώπου, ἀλλὰ πληροφορούμενοι ἐν τοῖς τῆς σαρκὸς κατορθώμασι, μὴ γνόντες, ὅτι «πᾶσα ἡ δόξα τῆς θυγατρὸς 40.1.9 τοῦ βασιλέως ἔσωθεν». ἔστι γάρ τιςὡς ἔοικεν ἕκαστος ἡμῶννοητὴ 40.1.9 συκῆ, παρ' ἧς ὁ κύριος τὸν ἔνδον καρπὸν ἐπιζητεῖ καὶ οὐ τὸν ἐκ τῶν φύλλων ἐπικείμενον σχηματισμόν. 40.1.10 Ὁ τοίνυν συνηγορῶν τοῖς πάθεσι τῆς ἀτιμίας ὡς φυσικοῖς καὶ οὐχ ὡς συμβεβηκόσι μετήλλαξε «τὴν τοῦ θεοῦ ἀλήθειαν ἐν τῷ οἰκείῳ ψεύδει». ὡς γὰρ προέφημεν, ὁ ἄχραντος καὶ καθαρὸς καὶ τὴν εἰκόνα αὐτοῦ ὁμοίαν ἑαυτοῦ κατε40.1.11 σκεύασε, «φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν». ἐπειδὴ τοίνυν τὸ τῶν ἀνθρώπων γένος ἐν ἀνομίαις