177
παρασχεθέντων ἀγαθῶν, καὶ τῶν ταῦτα δεξαμένων τὴν ἀχάριστον γνώμην. "Προσέχετε, λαός μου, τὸν νόμον μου." Ἐπιμελῶς ὑμᾶς ἀκοῦσαι τῶν λεγομένων παρεγγυῶ· οἷον γάρ τινα νόμον ὑμῖν τὴν προκειμένην προσφέρω παραίνεσιν. "Κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου." Προθύμως τῶν παρ' ἐμοῦ λεγο μένων ἀκούσατε. βʹ. "Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· φθέγ ξομαι προβλήματα ἀπ' ἀρχῆς." Ἐπειδὴ γὰρ τὴν τῶν πατέρων ἐποιεῖτο κατηγορίαν εἰς ὠφέλειαν τῶν παίδων, παραβολὴν ἐκάλεσε τὴν τοιαύτην δι ήγησιν, αἰνιγματώδη οὖσαν, καὶ κεκρυμμένην τὴν ὠφέλειαν προσφέρουσαν. Προστέθεικε δὲ, ὅτι καὶ ἀρχαῖα προσφέρει προβλήματα. Καὶ διδάσκων πόθεν ταῦτα μεμάθηκεν, ἐπήγαγεν· γʹ. "Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά." Εἶτα τοὺς τούτων διδασκάλους ὑπέδειξε. "Καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. [δʹ.] Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου, καὶ τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποί ησε." Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς οἱ τῶν θαυμά των αὐτόπται τοὺς οἰκείους ταῦτα ἐδίδαξαν παῖδας, κἀκεῖνοι πάλιν τοῖς ἐκγόνοις τήνδε τὴν διδασκαλίαν 80.1485 παρέπεμψαν. Τοῦτο δὲ, φησὶν, ἐποίουν τῷ θείῳ πειθόμενοι νόμῳ. Τοῦτο γὰρ ἐπήγαγε· εʹ. "Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ, καὶ νό μον ἔθετο ἐν Ἰσραήλ." Μαρτύριον καλεῖ τὴν ἐν τῇ ἐρήμῳ παγεῖσαν σκηνὴν, ὡς ἔχουσαν τὰς πλάκας τοῦ μαρτυρίου. Τὸν γὰρ νόμον, ὡς ἤδη προειρήκαμεν, καὶ ἐντολὰς καλεῖ, καὶ μαρτύρια, καὶ κρίματα, καὶ δικαιώματα· καὶ τοῦτο σαφέστερον ἡμῖν εἴρηται ἐν τῷ ιηʹ ψαλμῷ. "Ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν, τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν." Τοῦτο, φησὶ, διὰ τῆς νομοθεσίας ἐκείνης παρεκελεύσατο, ὥστε καθάπερ τινὰ κλῆρον, τὴν τῶν θαυμάτων δι ήγησιν παραπέμψαι τοὺς πατέρας εἰς τοὺς ἐκ γόνους. ʹ. "Ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησό μενοι καὶ ἀναστήσονται, καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὑτῶν." Οὕτω γὰρ οὗτοι παρὰ τῶν πατέρων ταῦτα μεμαθηκότες, πάλιν τοῖς ἐξ αὐτῶν τὴν αὐτὴν διδασκαλίαν προσέφερον, καὶ ἄληστος ἡ τούτων διεφυλάττετο μνήμη· καὶ τίς ὁ τῆς διδασκαλίας καρπός; ζʹ. "Ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὑτῶν· καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων αὐτοῦ, καὶ τὰς ἐν τολὰς αὐτοῦ ἐκζητήσωσι." Μανθάνοντες γὰρ τὴν τοῦ Θεοῦ δύναμιν, καὶ ὅπως αὐτῷ τὰ ἀγαθὰ ποιεῖν ἅπαντα ῥᾴδιον, βεβαίαν κτήσονται τὴν εἰς αὐτὸν ἐλπίδα· καὶ τοῖς ὑπ' αὐτοῦ τεθεῖσιν ἀκολουθήσουσι νόμοις. ηʹ. "Ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν, γενεὰ σκολιὰ καὶ παραπικραίνουσα." Μανθάνοντες γὰρ τῶν πατέρων τὴν ἀχάριστον γνώμην, καὶ ὅπως τῇ παραβάσει τοῦ νόμου τὸν Θεὸν πολλάκις ἐκίνησαν εἰς ὀργὴν, τὴν ἐκείνων φυλάξονται μίμησιν. "Γενεὰ ἥτις οὐ κατεύθυνε τὴν καρδίαν αὑτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς." Ἐκεῖνοι γὰρ βεβαίαν τὴν εἰς τὸν Θεὸν οὐκ ἐκτήσαντο πίστιν, τὴν εὐθεῖαν οὐκ ἐθελήσαντες πορείαν ὁδεῦσαι, ἀλλὰ γνώμην ἐσχηκότες τοῖς θείοις ἐναντιουμένην θε σμοῖς. θʹ. "Υἱοὶ Ἐφραῒμ ἐντείνοντες καὶ βάλλοντες τόξοις, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου." Τῆς τοῦ Ἐφραῒμ φυλῆς διαφερόντως κατηγορεῖ, ὡς περὶ πολ λοῦ ποιησαμένης τῶν εἰδώλων τὴν θεραπείαν· τοῦτο γὰρ καὶ ἡ τῶν Κριτῶν ἡμᾶς ἱστορία διδάσκει, καὶ ἡ τρίτη τῶν Βασιλειῶν. Αὐτοὶ γὰρ ἔστησαν τὰς δα μάλεις· καὶ τῆς κατὰ νόμον λατρείας ἀπέστησαν τὰς ἐννέα φυλάς· καὶ οὕτω τῆς ἀποστάσεως ἐγένοντο πρόξενοι. Τοῦτο μάλιστα προορῶσα τοῦ Πνεύματος ἡ χάρις, τῆς μηδέπω γεγενημένης ἁμαρτίας κατ ηγορεῖ· τὴν ἁρμόττουσαν αὐτοῖς προσφέρουσα συμ βουλήν· εἰδυῖα μὲν, ὡς οὐ δέξονται τὴν παραίνεσιν, τὴν προσήκουσαν δὲ ὅμως ὠφέλειαν προσφέρουσα. ∆ιδάξασα δὲ αὐτῶν τὴν ῥώμην, καὶ τὴν τοξικὴν ἐπι 80.1488 στήμην, ἐλέγχει καὶ τὴν δειλίαν. Ἐστράφησαν γὰρ ἐν ἡμέρᾳ πολέμου· μεγάλα γὰρ ἐπὶ τῇ πολεμικῇ ἐμπειρίᾳ φρονοῦντες, πολέμου φανέντος ἐτρέποντο εἰς φυγήν. ιʹ. "Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἐβουλήθησαν πορεύεσθαι." Καλῶς ἐνέφηνε τὸ τῆς γνώμης αὐθαίρετον. Οὐκ ἐβου λήθησαν γὰρ, φησὶ, κατὰ νόμον βιῶναι, οὐδὲ τὴν ἔν νομον ἀσπάσασθαι