177
πεπείσμεθα ὅτι οὐκ ἐγκατέλιπεν Κύριος τέλεον τὴν καθ' ἡμᾶς ἐκκλησίαν, μιᾶς καὶ μόνης τῆς παρ' ὑμῶν ἐπικουρίας ἄνωθέν τε καὶ ἐξ ἀρχῆς ἐν ταῖς συμβαινούσαις περιστάσεσιν ὑπαρχούσης αὐτῇ θεοῦ προμηθείᾳ. ὑμεῖς οὖν ὡς ἀληθῶς ἡ ἀθόλωτος καὶ ἀκαπήλευτος πηγὴ ἐξ ἀρχῆς τῆς ὀρθοδοξίας, ὑμεῖς ὁ πάσης αἱρετικῆς ζάλης ἀνῳκισμένος εὔδιος λιμὴν τῆς ὅλης ἐκκλησίας, ὑμεῖς ἡ θεόλεκτος πόλις τοῦ φυγαδευτηρίου τῆς σωτηρίας. ἀλλ' ὅτι τολμηρὸν παρ' ἡμῶν τῶν οἰκτρῶν καὶ ἀναξίων ἐγκώμια συναίρειν τὴν ὑπὸ θείων γλωσσῶν πάλαι μεμακαρισμένην ὑμῶν θεωνυμίαν δέον ἐπὶ τὸ πονοῦν ἐλθεῖν. Οἱ μὲν οὖν ἀσεβοῦντες τὰ συνήθη σὺν πάσῃ σπουδῇ καὶ μανίᾳ ποιεῖν οὐκ ἐνδιδόασι, πάντας ὑφέλκοντες καὶ κατασπῶντες εἰς τὸ τῆς αἱρέσεως βάραθρον, δεδιττομένους τὸν θάνατον· ἀνάγκη γὰρ πᾶσα τὸν μὴ εἴκοντα τῇ πονηρᾷ φλογὶ τῶν μαστίγων ὑποβληθῆναι σὺν τοῖς ἀκολούθοις, ὥστε κατὰ μικρὸν ὑπορρέειν (τὸ σχετλιώτατον) καὶ ἐξ αὐτῶν τῶν ἠθληκότων. ἡμεῖς δὲ καὶ αὖθις οἱ ταπεινοὶ καὶ ἔσχατοι ἐν τοῖς μέλεσιν, ὑπέρ τε τῆς οἰκείας ἱερᾶς κεφαλῆς καὶ τῆς ἐνισταμένης ὑπερεχούσης πατρότητός τε καὶ ἀδελφότητος τολμῶντες, πρεσβεύομέν τε καὶ ἐκλιπαροῦμεν παρακληθῆναί σου τὴν ἁγίαν καὶ ἀποστολικὴν ψυχὴν πρῶτον μέν, ὅπερ καὶ πιστεύομεν ποιεῖν, μὴ καταλῆξαι τῆς ὑπὲρ στηριγμοῦ καὶ διασώσεως ἁπάντων θεοκλινοῦς προσευχῆς (ναί, δεόμεθα τὰ ἱερώτατα σπλάγχνα), ἔπειτα, ἃ πνευματοκινήτως αὐτῇ βεβούλευται καὶ ὥρισται ἐπ' ὠφελείᾳ μὲν ἡμῶν τῶν ταπεινῶν, αἰωνίῳ δὲ μακαρισμῷ τῆς οἰκείας ἀρετῆς, εἰς πέρας σὺν θεῷ ἀγαγεῖν. 273 {1Βασιλείῳ ἀρχιμανδρίτῃ Ῥώμησ}1 Καὶ τὸ πρότερον οὐκ ἔγραψα διά τινα περιπέτειαν, ἀλλά γε νῦν ἐπιστέλλω τῷ ἐμῷ ἠγαπημένῳ καὶ ἁγίῳ πατρί. καὶ πρὸς τίνα γὰρ ἄλλον ἔχω διαλέγεσθαι ἐν τοῖς αὐτόθι ἢ πρὸς τὸν ἄνωθεν καὶ ἐξ ἀρχῆς καὶ γνώριμον καὶ φίλον καὶ πατέρα καὶ προασπιστὴν καὶ σύμψυχον καὶ ταὐτόφρονα καὶ συζηλωτὴν καὶ ἐπίκουρον καὶ σύμβουλον καὶ πᾶν ὁτιοῦν ἐστιν εἰπεῖν εἰς οἰκειότητα καὶ προμήθειαν καὶ ἀντίληψιν διὰ μόνον θεὸν καὶ τὴν ἀρετήν, ἣν ἀμφίεσας ἑαυτῷ ἐνθέῳ πολιτεύματι; ἐραστὸς τῷ ὄντι καὶ προύχων τῷ ἀξιώματι ἐν τῇ πρωτίστῃ τῶν ἐκκλησιῶν τοῦ θεοῦ διαλάμπεις κἀξ αὐτῆς ἡλιοβολεῖς οἱονεὶ τὰ πέρατα διὰ τῆς πανταχῇ ἐξακουομένης θεωνυμίας καὶ ὡς ἀληθῶς βασιλείου προσηγορίας σου. Τοιοῦτος μὲν καὶ τηλικοῦτος σύ, ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ ἀξιάγαστος πατήρ· ἡμῖν δὲ τὸ ἐπιστεῖλαι καὶ αὖθις ἀποστεῖλαι Εὐφημιανὸν τὸν πιστὸν υἱὸν ἡμῶν. ἡ ὑπόθεσις οὐ δι' ἄλλο τι ἢ δι' ἣν αἰτίαν καὶ τὰ πρότερα γράμματα, ἅπερ ἀπεσώσαντο ∆ιονύσιος καὶ ὁ αὐτὸς Εὐφημιανός, οἱ γνησιώτατοι ἡμῶν υἱοὶ καὶ ἠγαπημένοι. οἵ, εἰ καὶ μὴ ἀντεκόμισαν ἀντίγραφα, ἀλλ' οὖν διά τε τῆς οἰκείας ἐξηγορίας καὶ τῆς τοῦ ἱεροῦ Μεθοδίου ὁμοῦ καὶ τοῦ θεοφιλεστάτου ἐπισκόπου Μονοβασίας ἐπιστολῆς ἱκανῶς ἡμῶν ἀνεζωπύρησαν τὰς ταπεινὰς ψυχάς, εἰπόντες εὐκταῖα καὶ θεάρεστα μάλα καὶ ὄντως ἀποστολικῆς ψυχῆς ἄξια, ἃ ἐλαλήθη συμπαθῶς καὶ χριστομιμήτως καὶ μὴν καὶ ἐτυπώθη πνευματοκινήτως καὶ πατροπαραδότως παρὰ τοῦ ἁγιωτάτου ἀποστολικοῦ. οὕτω γὰρ καὶ ἡμεῖς οἱ ταπεινοὶ ἐποθοῦμεν ῥοπῇ τοῦ κρατοῦντος τῆς καθ' ὑμᾶς οἰκουμένης τὴν ἐπικουρίαν διὰ τῆς τοῦ πρωτοθρόνου μεσιτείας καὶ θεοδωρήτου ἐξουσίας γενέσθαι, ἀλλ' οὔπω ἐτολμῶμεν τοῦτο αἰτήσασθαι διὰ τὸ ὑπέρκαλον· ἐπὰν δὲ ἐνεπνεύσθη δακτύλῳ θεοῦ εἰς τὴν ἱερὰν καρδίαν, τοῦτο καὶ ζητεῖ ὁ λόγος, τοῦτο καὶ περαιωθῆναι εὐχόμεθα οἱ ἀνάξιοι εἰς μὲν δόξαν θεοῦ προηγουμένως, ἥτις εἴη λυσιτέλεια μεγίστη τῆς ἑαυτοῦ ἐκκλησίας· ὡς γὰρ εἷς Κύριος, μία πίστις, εἷς θεός, οὕτω δῆλον ὅτι καὶ μία ἐκκλησία, κἂν κορυφιάζῃ ἀφ' ὑμῶν. ὥστε τὸ ὑμέτερον ἀσφαλίζεσθε, δεσπόται μου, τὸ ἡμέτερον φροντίζοντες· τὸ αὐτὸ γὰρ ὑπὲρ ἀλλήλων, φησί, μεριμνῶσι τὰ μέλη, καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη (ὑπεμνήσαμεν οἱ ἁμαρτωλοί, οὐκ ἐδιδάξαμεν, ἄπαγε), εἰς δὲ ὑμῶν