1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

177

μονοστράτηγον πάντων τῶν ἔξω καβαλλαρικῶν θεμάτων προβαλόμενος ἐπὶ τὰ μέρη Καππαδοκίας καὶ τῶν κλεισουρῶν διατρέχειν καὶ τὴν κατ' ἐχθρῶν ποιεῖσθαι φροντίδα τε καὶ διοίκησιν ἀπέστειλεν. Κόσμου ἔτη ραʹ. Τῆς θείας σαρκώσεως ἔτη χαʹ. Ῥωμαίων βασιλεὺς Ἀψίμαρος ἔτη ζʹ. αʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. ιʹ. Κωνσταντ. ἐπίσκοπος Καλλίνικος ἔτη ιβʹ. ʹ. Τούτῳ τῷ ἔτει Ἀψίμαρος τῆς βασιλείας ἐκράτησεν. καὶ ἐστασίασεν Ἀβδεραχμὰν ἐν Περσίδι καὶ ἐκυρίευσεν αὐτῆς καὶ ἐδίωξε τὸν Χαγὰν ἀπ' αὐτῆς. βʹ. ιζʹ. ζʹ. Τούτῳ τῷ ἔτει γέγονε θανατικὸν μέγα. καὶ ἐπεστράτευσε Μουάμεδ σὺν τῷ πλήθει τῶν Ἀράβων κατὰ τοῦ Ἀβδεραχμάν, καὶ καταλαβὼν τὴν Περσίδα ἑνοῦται τῷ Χαγάν, καὶ πολεμήσαντες τὸν Ἀβδεραχμὰν κτείνουσιν αὐτὸν καὶ πάλιν τῷ Χαγὰν τὴν Περσικὴν ἐνεχείρισαν. οἱ δὲ Ῥωμαῖοι κατέδραμον Συρίαν καὶ ἔρχονται ἕως τὸ Σαμόσατον, καὶ προνομεύσαντες τὴν πέριξ χώραν πολλοὺς ἀπέκτειναν, ὥς φασιν, χιλιάδας σʹ Ἀράβων· καὶ πλεῖστα σκῦλα λαβόντες καὶ αἰχμαλωσίαν πολλὴν Ἀράβων ὑπέστρεψαν φόβον μέγαν ἐμποιήσαντες εἰς αὐτούς. 372 γʹ. ιηʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἀβδελᾶς Ῥωμανίαν, καὶ πολιορκήσας Τάραντον καὶ μηδὲν ἀνύσας ὑπέστρεψε καὶ ᾠκοδόμησε τὴν Μομψουεστίαν καὶ ἔθετο ἐν αὐτῇ φύλακας. δʹ. ιθʹ. θʹ. Τούτῳ τῷ ἔτει Βαάνης, ὁ ἐπίκλην Ἑπταδαίμων, τὴν τετάρτην Ἀρμενίαν τοῖς Ἄραψιν ὑπέταξεν. Ἀψίμαρος δὲ Φιλιππικόν, τὸνυἱὸν Νικηφόρου τοῦ πατρικίου, εἰς Κεφαληνίαν ἐξώρισεν ὡς ὀνειροπολούμενον βασιλεύειν· ἔφασκε γὰρ ἑωρακέναι κατ' ὄναρ, ὅτι ἡ κεφαλὴ αὐτοῦ ἐσκιάζετο ὑπὸ ἀετοῦ. ἀκούσας δὲ ταῦτα ὁ βασιλεὺς παραχρῆμα αὐτὸν ἐξώρισεν. εʹ. κʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἐστασίασαν οἱ ἄρχοντες Ἀρμενίας κατὰ τῶν Σαρακηνῶν καὶ τοὺς ἐν Ἀρμενίᾳ Σαρακηνοὺς ἀπέκτειναν. καὶ αὖθις πρὸς Ἀψίμαρον πέμπουσι καὶ Ῥωμαίους εἰς τὴν αὐτῶν χώραν φέρουσιν. ὁ δὲ Μουάμεδ ἐπιστρατεύσας κατ' αὐτῶν πολλοὺς κτείνει, καὶ τὴν μὲν Ἀρμενίαν Σαρακηνοῖς ὑποτάσσει, τοὺς δὲ μεγιστᾶνας τῶν Ἀρμενίων σωρεύσας ἐν τόπῳ ἑνὶ ζωοκαύστους ἐποίησεν. κατ' αὐτὸν δὲ τὸν χρόνον ἐπεστράτευσεν Ἄζαρ τὴν Κιλικίαν μετὰ χιλιάδων δέκα· καὶ περιτυχὼν αὐτῷ Ἡράκλειος, ὁ ἀδελφὸς τοῦ βασιλέως, τοὺς πλείστους ἀπέκτεινε καὶ τοὺς λοιποὺς δεσμίους τῷ βασιλεῖ ἀπέστειλεν. ʹ. καʹ. ιαʹ. Τούτῳ τῷ ἔτει Ἄζιδος, ὁ τοῦ Χουνεΐ, ἐπεστράτευσε τὴν Κιλικίαν· καὶ πολιορκήσας τὸ Σίσιον κάστρον, κατέλαβεν ὁ τοῦ βασιλέως ἀδελφὸς Ἡράκλειος καὶ πολεμήσας αὐτὸν κτείνει δώδεκα χιλιάδας Ἀράβων. τοῦ δὲ Ἰουστινιανοῦ ἐν Χερσῶνι διάγοντος καὶ δημηγοροῦντος ἑαυτὸν πάλιν βασιλεύειν μέλλοντα, οἱ τῶν ἐκεῖσε οἰκήτορες τὸν ἐκ τῆς βασιλείας κίνδυνον φοβηθέντες ἐβουλεύσαντο τοῦτον ἀνελεῖν ἢ τῷ βασιλεῖ παραπέμψαι. αὐτὸς δὲ διεγνωκὼς ἠδυνήθη διεκφυγεῖν, καὶ εἰς τὸ ∆αρᾶς καταδραμὼν ᾐτήσατο τῷ τῶν Χαζάρων Χαγάνῳ συνοψισθῆναι. αὐτὸς δὲ μαθὼν ἐδέξατο αὐτὸν μετὰ τιμῆς 373 μεγάλης καὶ ἐξέδοτο αὐτῷ εἰς γυναῖκα Θεοδώραν, τὴν γνησίαν αὐτοῦ ἀδελφήν. μετ' ὀλίγον δὲ χρόνον αἰτησάμενος τῷ Χαγάνῳ κατῆλθεν εἰς Φαναγουρίαν κἀκεῖ διέτριβε μετὰ Θεοδώρας. ταῦτα ἀκούσας Ἀψίμαρος πέμπει πρὸς τὸν Χαγάνον ὑποσχόμενος αὐτῷ παρέχειν πολλὰ δῶρα, εἰ τὸν Ἰουστινιανὸν ζῶντα αὐτῷ παραπέμψει· εἰ δὲ μή, κἂν τὴν αὐτοῦ κεφαλήν. εἴξαντος δὲ τοῦ Χαγάνου τῇ τοιαύτῃ αἰτήσει, παραφυλακὴν αὐτῷ ἔπεμψεν, ὡς δῆθεν διὰ τὸ μὴ ὑπὸ τῶν ἰδίων ὁμοφύλων ἐπιβουλευθῆναι, ἐντειλάμενος Παπατζύν, τὸν ἐκ προσώπου αὐτοῦ ἐκεῖσε ὄντα, καὶ Βαλγίτζιν, τὸν ἄρχοντα Βοσφόρου, ἵνα, ὅταν δηλωθῇ αὐτοῖς, ἀνέλωσιν Ἰουστινιανόν. τούτων δὲ δι' οἰκέτου τοῦ Χαγάνου τῇ Θεοδώρᾳ μηνυθέντων καὶ τῷ Ἰουστινιανῷ γνωσθέντων, προσκαλεσάμενος τὸν λεχθέντα Παπατζὺν κατ' ἰδίαν ὁμιλῆσαι, κόρδᾳ τοῦτον ἀπῆγξεν· ὁμοίως δὲ καὶ Βαλγίτζιν τὸν ἄρχοντα. εὐθέως δὲ ἀποστέλλει Θεοδώραν ἐν Χαζαρίᾳ, αὐτὸς δὲ ἀπὸ Φαναγουρίαν λάθρα δραπετεύσας εἰς Τόμιν κατῆλθεν. καὶ εὑρηκὼς ἁλιάδα ἐξηρτισμένην ἐπέβη ἐπ' αὐτὴν καὶ