178
κατὰ διάμετρον σχεδὸν ὑπαρχούσης τῆς σελήνης ἡλίῳ; ἔστω δή, συναρπαζέτω τοὺς πολλοὺς τὸ γεγενημένον καὶ τὸ κοσμικὸν τέρας ἡλίου ἔκλειψις ὑπονοείσθω ἐν τῇ κατὰ τὴν ὄψιν πλάνῃ. Φλέγων ἱστορεῖ ἐπὶ Τιβερίου Καίσαρος ἐν πανσελήνῳ ἔκλειψιν ἡλίου γεγονέναι τελείαν ἀπὸ ὥρας ςʹ μέχρις θʹ, δῆλον ὡς ταύτην. τίς δ' ἡ κοι νωνία σεισμῷ καὶ ἐκλείψεσι, πέτραις τε ῥηγνυμέναις καὶ ἀναστάσει νεκ ρῶν, τοσαύτη τε κίνησις κοσμική; Ἐν γοῦν τῷ μακρῷ χρόνῳ τοιοῦτόν τι συμβὰν οὐ μνημονεύεται, ἀλλ' ἦν σκότος θεοποίητον, διότι τὸν κύριον συνέβη παθεῖν, καὶ λόγος αἱρεῖ ὅτι οʹ ἑβδομάδες εἰς τοῦτον συναιροῦνται τὸν χρόνον ἐν τῷ ∆ανιήλ. 392 Καὶ μεθ' ἕτερα· ἀπὸ δὲ Ἀρταξέρξου αἱ οʹ ἑβδομάδες εἰς τὸν ἐπὶ Χρι στοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς. ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπ' Ἀρταξέρξου τὴν Ἱερουσαλὴμ ἀνοικίσων ἐπέμφθη ἔτει τῷ ιεʹ καὶ ρʹ τῆς Περσῶν βασιλείας, αὐτοῦ δ' Ἀρταξέρξου κʹ ἔτει, ὀλυμπιάδος πγʹ ἔτει δʹ, ἐπὶ τοῦτον τὸν χρόνον, ὃς ἦν ὀλυμπιάδος σβʹ ἔτος δεύτερον, Τιβερίου δὲ Καίσαρος ἡγεμονίας ἔτος ιςʹ, ἔτη συνάγεται υοεʹ, ἅπερ Ἑβραϊκὰ υζʹ ἔτη γίνεται, κατὰ τὸν σεληνιαῖον μῆνα τοὺς ἐνιαυτοὺς ἐκείνων ἐξαριθμουμένων, ὡς ἔστι πρόχειρον εἰπεῖν ἡμερῶν κθʹ #171, τοῦ κυκλικοῦ ἐνιαυτοῦ τοῦ καθ' ἥλιον ὑπάρχοντος ἡμερῶν τξεʹ δʹ, τὴν κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν ἡμέρας ιαʹ καὶ δʹ. διὰ τοῦτο καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἔτεσιν ηʹ παρεμβάλλουσιν. ὀκτάκις γὰρ τὰ ιαʹ δʹ ποιεῖ τρίμηνον. τὰ τοίνυν υοεʹ ἔτη ὀκταετίαι μὲν γίνονται νθʹ καὶ μῆνες τρεῖς, ὡς τριμήνου ἐμβολίμου τῇ ὀκταετίᾳ γινομένης, ἔτη συνάγε ται ιεʹ, ταῦτά τε πρὸς τοῖς υοεʹ ἔτεσιν οʹ ἑβδομάδες. μὴ δή τις ἡμᾶς τῶν κατ' ἀστρονομίαν ἀριθμῶν ἀπείρους εἶναι νομιζέτω, τξεʹ ἡμερῶν καὶ δʹ προτεταχέναι αὐτήν. οὐδὲ γὰρ ἀγνοίᾳ τἀληθοῦς, διὰ δὲ τὴν λεπτολογίαν τὸ ψηφιζόμενον συνετέμομεν. Τοῖς δὲ ἐπ' ἀκριβὲς πάντα πειρωμένοις ἐξετάζειν καὶ τοῦθ' ὡς ἐν βραχεῖ παρακείσθω. τὸ μὲν ἔτος ἐπίπαν ἕκαστόν ἐστιν ἡμερῶν τξεʹ, καὶ ἡμέρας καὶ νυκτὸς εἰς ἐννεακαιδέκατον διαιρεθείσης μέρη τούτων τὰ εʹ. μεταξὺ δὲ τοῦ λήγειν τὸν ἐνιαυτὸν ἡμερῶν τξεʹ δʹ καὶ τὸν ἀπὸ ιθʹ τῆς νυχθημέρου μερῶν εʹ εἰς τὰ υοεʹ ἡμέραι τὸ παράλληλόν εἰσιν ςʹ καὶ δʹ. ἔτι γε μὴν τὸν τῆς σελήνης μῆνα κατὰ τὴν ἀκριβῆ λεπτολογίαν εὑρίσκομεν κθʹ #171, ἡμέρας καὶ νυκτὸς διαιρεθείσης εἰς μέρη σεʹ. τούτων τὰ οʹ #171, ἃ γίνεται ἐνενηκοστοτέταρτα τρία. καὶ ταῦτα περὶ ὀλίγων χρόνων καταγίνεται. Συμβαίνει δὲ τοίνυν ἀπὸ Ἀρταξέρξου βασιλείας ἔτους κʹ, ὡς ἐν τῷ Ἔσδρᾳ παρ' Ἑβραίοις, ὅπερ καθ' Ἕλληνας ἦν ὀλυμπιάδος ὀγδοηκοστῆς τέταρτον ἔτος, μέχρις ςʹ καὶ ιʹ Τιβερίου Καίσαρος, ὅπερ ἦν ὀλυμπιάδος σβʹ ἔτος βʹ, 393 ἐπισυνάγεσθαι τὰ προειρημένα υοεʹ, ἃ γίνεται καθ' Ἑβραίους ἔτη υζʹ, ὡς προείρηται, τοῦτ' ἔστιν ἑβδομάδες οʹ, καθὰ προεφητεύθη τῷ ∆ανιὴλ ὑπὸ τοῦ Γαβριὴλ ἡ Χριστοῦ παρουσία. εἰ δέ τῳ δοκεῖ τὰ ιεʹ ἔτη τὰ Ἑβραϊκὰ πλάνην ἐγγεννᾶν, μετ' ἐκεῖνα εἰς ἡμᾶς ἔτη ςʹ ἐγγὺς καὶ οὐδὲν ἐν μέσῳ παράδοξον ἱστόρηται. δύναται δὲ καὶ ἡ μία καὶ ἡμίσεια ἑβδομάς, ἣν ἐπὶ συντελείᾳ παραλαμβάνεσθαι δεῖν ὑπονοοῦμεν, παρηγορεῖν τὸν ἐπι ζητούμενον τῶν ιεʹ ἐτῶν καὶ κουφίζειν χρόνον, ὅτι τε συμβολικώτερον αἱ προφητεῖαι ἐξενηνεγμέναι τυγχάνουσι δῆλον. ὁπόσον δὲ ἐφ' ἡμῖν, ὀρ θῶς οἶμαι τὴν γραφὴν ἐδεξάμεθα, ἐπεὶ καὶ συναιρεῖσθαί πως ἡ ἡγου μένη τῆς ὀπτασίας περικοπὴ δοκεῖ, ἧς ἡ ἀρχή· «ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτάσαρ», ἔνθα περὶ τῆς καθαιρέσεως τῆς Περσῶν ἀρχῆς ὑφ' Ἑλλήνων προδηλοῖ, ἣν διὰ τοῦ κριοῦ καὶ τοῦ τράγου προδηλοῖ· ἡ θυσία, φησίν, ἡ ἀρθεῖσα καὶ τὰ ἅγια ἐρημωθήσεται εἰς καταπάτημα, ἅπερ εἰς βτʹ ἡμέ ρας περιγραφήσεται. εἰ γὰρ εἰς μῆνα τὴν ἡμέραν λογισαίμεθα, ὡς ἀλλα χοῦ κατὰ προφητείαν εἰς ἐνιαυτοὺς αἱ ἡμέραι παραλαμβάνονται καὶ ἄλλως ἀλλαχόθι, ἀναλύσαντες ὁμοίως τοῖς πρὸ τούτου εἰς μῆνας τοὺς Ἑβραϊ κούς, εὕροιμεν ἂν κʹ τῆς Ἀρταξέρξου βασιλείας ἀπὸ τῆς ἁλώσεως Ἱερουσαλὴμ συντελούμενον τὸν χρόνον.