178
πολλὴν τὴν πρᾳότητα καὶ φιλοτιμίαν, οὐ μόνον τοὺς τῶν πόλεων δήμους κοιναῖς εὐεργεσίαις ἐθεράπευσεν, ἀλλὰ καὶ τοὺς δυναμένους παρ' αὐταῖς τιμαῖς τε καὶ προσόδοις ἐτησίοις καὶ ἄλλαις ἠμείψατο εὐεργεσίαις. Νικηφόρῳ τε τῷ δεσπότου παιδὶ τὴν μεγάλου δομεστίκου κατηγγύησε θυγατέρα, πάντα τε διαθέμενος ὡς ἂν αὐτῷ ἔχειν ἄριστα ἐδόκει, τὰς πόλεις πάσας τῆς Ἀκαρνανίας περιῄει οὐ μόνον ἱστορίας ἕνεκα, οὔπω πρότερον ἑωρακὼς, ἀλλὰ καὶ προνοίας ἀξιώσων τῆς δεούσης. οἱ μὲν οὖν ἄλλοι πάντες ἠγάπων ὑπὸ βασιλέα τεταγμένοι. οἷς δὲ καὶ πρότερον ἐδόκει μᾶλλον ὁ πόλεμος αἱρετέος, οὐκ ἠνείχοντο εἰ μὴ νεωτερίζοιεν· οἰόμενοι δὲ αὐτοῖς δύναμιν πρὸς τὸν πόλεμον παρέξειν τὸ Νικηφόρον τὸν δεσπότου παῖδα πρότερον ἐκθέσθαι, ὡς ἂν αὐτοί τε ὑπὲρ τοῦ παιδὸς δοκοῖεν πολεμεῖν, καὶ τοὺς ἄλλους πείθοιεν συναίρεσθαι, ὅταν καταστῶσιν εἰς τὸν πόλεμον, τὸν τοῦ παιδὸς ἔπεισαν παιδαγωγὸν Ῥιτζάρδον ἅμα καί τισιν ἑτέροις, Νικηφόρον τὸν δούκαν ὑπεκθέσθαι, καὶ παραλαβόντες νυκτὸς πλοίου τε τὸν Ἰώνιον περαιουμένου ἐπιβάντες, εἰς τὴν Τάραντος κρατοῦσαν πριγκίπισσαν διαφεύγουσι. πυθόμενος δὲ τὸν δρασμὸν ὁ βασιλεὺς καὶ μήτε τῶν συνεσκευακότων τὴν ἐπιβουλὴν εἰδὼς, ἀνακαλεῖσθαί τε τὸν παῖδα ὢν οὐ δυνατὸς διὰ τὸ πολὺ Ἀκαρνανίας Τάραντα διεστηκέναι, ἐπ' ὀλίγον ταῖς πόλεσιν ἐκείναις ἐνδιατρίψας καὶ πάσαις ἡγεμόνας ἐπιστήσας ἐφ' ἑ 1.504 κάστῃ, τόν τε πρωτοστράτορα Συναδηνὸν ἐπὶ πᾶσιν ἀποδείξας στρατηγὸν καὶ τἄλλα πάντα ὡς ἂν αὐτῷ ἐδόκει διοικησάμενος, ἄρας ἐκεῖθεν ἦλθεν εἰς Θεσσαλονίκην, χαίρων ἅμα καὶ θεῷ τῆς εὐεργεσίας χάριτας ὁμολογῶν, ὅτι ὃ πολλοῖς ἀναλώμασι καὶ πόνοις ἐκ τῶν Ἀλεξίου τοῦ Ἀγγέλου χρόνων τῆς Ῥωμαίων ἀποτμηθὲν ἡγεμονίας οἱ τούτου πρόγονοι βασιλεῖς ἀνασώσασθαι οὐκ ἴσχυσαν, τούτῳ νῦν ἄνευ πολέμων καὶ κινδύνων παρέσχε κατορθῶσαι. Μιχαήλ τε γὰρ ὁ πρῶτος ἐκ Παλαιολόγων ἄρξας πολλὴν ἐνεδείξατο σπουδὴν Ἀκαρνανίας ἕνεκα καὶ Θετταλίας, καὶ στρατιὰν ἀπώλεσε πολλήν τε καὶ ἀγαθὴν πολλάκις καὶ θαυμασίους στρατηγοὺς Ἀκαρνάσι καὶ Θετταλοῖς πολεμῶν· καὶ μετ' αὐτὸν Ἀνδρόνικος ὁ υἱός. τούτῳ δὲ ὀλίγα πραγματευσαμένῳ καὶ οὐδὲν ὑποστάντι διὰ τὸν πόλεμον δεινὸν, οὐ μόνον Ἀκαρνανίαν, ἀλλὰ καὶ Θετταλίαν ἐξεγένετο παραστήσασθαι καὶ τῇ λοιπῇ συνάψαι ἡγεμονίᾳ τῇ Ῥωμαίων ἐπ' ἔτεσι πολλοῖς ἀποτμηθέντα. ἐκεῖθεν δὲ οὐ πολὺ ὕστερον ἧκεν εἰς Ἀδριανούπολιν. διατρίβοντί τε ἐκεῖ ὁ τῶν Μυσῶν βασιλεὺς Ἀλέξανδρος ἔπεμψε πρεσβείαν ὧν πρὸς αὐτὸν ἐν Ῥωσοκάστρῳ περὶ τοῦ κήδους διειλέχθη λόγων ἂν ἀναμιμνήσκων, νυνί τε εἰ κατὰ γνώμην αὐτῷ εἴη τὴν ἐπιγαμίαν ποιεῖσθαι εἰδέναι ἀξιῶν. βασιλεῖ δὲ τοῦτο μὲν οὐκ ἦν καθ' ἡδονήν. μᾶλλον γὰρ ἐβούλετο τὴν θυγατέρα οἴκοι διατρίβειν, ἢ Ἀλεξάνδρου τῷ υἱεῖ εἰς κοινωνίαν ἐκδιδόναι γάμου, τὴν παρὰ τοῖς βαρβάροις διατριβὴν εἰδὼς οὐκ ἐσομένην πρὸς 1.505 ἡδονὴν τοῖς ἤθεσι καὶ νόμοις Ἑλληνικοῖς ἐντεθραμμένῃ καὶ βασιλικοῖς· τῷ κοινῷ δὲ Ῥωμαίων τὸν γάμον οἰόμενος τῆς θυγατρὸς λυσιτελεῖν, ὑπέσχετο ποιήσειν. οἱ μὲν οὖν Ἀλεξάνδρου τοῦ βασιλέως πρέσβεις πρὸς τὴν οἰκείαν ἐπανῆκον χαίροντες, ὅτι βασιλέα πεῖσαι ἠδυνήθησαν περὶ τοῦ κήδους. αὐτὸς δὲ βασιλεὺς ἐκ τῆς Ἀδριανοῦ πρὸς τὸ Βυζάντιον ἧκεν, ὡς τῆς θυγατρὸς ἐξαρτυσόμενος τοὺς γάμους. λδʹ. Ὄντος δὲ ἤδη περὶ ἐκβολὰς τοῦ θέρους, ἠγγέλλετο ἐκ Τριγλείας τῆς πρὸς Ἑλλήσποντον, ὡς στρατιὰ Περσῶν πεζὴ ἐκ τῶν κατὰ τὴν ἕω πόλεων λογάδες, ὧν Ὀρχάνης ἐστὶ σατράπης, ἓξ καὶ τριάκοντα ναυσὶ πρὸς τὰ περὶ Βυζάντιον χωρία εἰσὶ παρεσκευασμένοι περαιοῦσθαι ἢ ταύτῃ καθ' ἣν ἠγγέλλετο τὴν νύκτα ἢ ἐς τὴν ὑστεραίαν. εἶναι δὲ οὕτω παρεσκευασμένους ὡς οὐ ταχέως ἐπανήξοντας οὐδὲ λαθραίαν τὴν ἁρπαγὴν ποιησομένους, ἀλλ' ἀναίδην καὶ μετὰ πολλοῦ τοῦ περιόντος ἅπαντα ληϊσομένους. παρασκευάσασθαι μὲν οὖν ἀντίῤῥοπον δύναμιν πρὸς τὴν Περσικὴν οὐκ ἐνῆν, οὐκ ἐνδιδόντος τοῦ χρόνου διὰ τὴν ταχεῖαν τῶν βαρβάρων ἔφοδον· ὅμως δὲ τὴν τότε παρατυχοῦσαν ἐν Βυζαντίῳ στρατιὰν εὐαρίθμητόν τινα