178
̔Ρωμαίους ἠρέθιζον πόλεμον, θέλοντες μὴ ὑπακούειν αὐτῶν, καὶ τὰς τῶν μὴ πειθομένων κώμας ἐμπιπρῶντες διέφθειρον. Σύρων δὲ καὶ ̓Ιουδαίων τὴν Καισάρειαν οἰκούντων οἱ μὲν ̓Ιουδαῖοι πρωτεύειν ἠξίουν ὡς ̔Ηρώδου τοῦ σφῶν βασιλέως τὴν πόλιν ἐγείραντος, Σύροι δὲ τὰ μὲν περὶ τὸν ̔Ηρώδην ὡμολόγουν, εφασαν δὲ καὶ πρῴην πόλιν ειναι Στράτωνος καλουμένην πύργον, καὶ μηδένα τότε τὴν πόλιν ̓Ιουδαῖον οἰκεῖν. διὰ ταῦτα τοίνυν τῶν Καισαρέων στασιαζόντων, οἱ τῆς χώρας ἐπιμελούμενοι πληγαῖς τοὺς αἰτίους ᾐκίσαντο, καὶ πρὸς ὀλίγον τὸν θόρυβον κατεκοίμισαν. πλούτῳ δὲ τῶν Σύρων οἱ ̓Ιουδαῖοι προέχοντες, καὶ διὰ τοῦτο καταφρονοῦντες αὐτῶν, ἐβλασφήμουν αὐτούς. οἱ δὲ χρήμασι μὲν ἡττώμενοι, θαρροῦντες δὲ οτι πλεῖστοι τῶν ὑπὸ ̔Ρωμαίους στρατευομένων Καισαρεῖς ησαν, μέχρι μέν τινος καὶ αὐτοὶ λόγοις τοὺς ̓Ιουδαίους ἀνθύβριζον· ειτα λίθοις ἀλλήλους εβαλλον, εως πολλοὶ ἐτρώθησάν τε καὶ επεσον ἀμφοτέρωθεν· νικῶσι δὲ 2.47 ̓Ιουδαῖοι. ὁ μέντοι Φῆλιξ παύσασθαι τοὺς ̓Ιουδαίους ἐκέλευε, καὶ μὴ πειθομένοις τοὺς στρατιώτας ἐπαφίησι· καὶ πολλοὺς μὲν ἀνεῖλε, πλείους δὲ ζῶντας συνέσχε, καὶ οἰκίας διαρπάζειν τοῖς στρατιώταις ἐπέτρεψεν. οἱ δὲ τῶν ̓Ιουδαίων ἐπιεικέστεροι καὶ οἱ προύχοντες παρεκάλουν τὸν Φήλικα τοὺς στρατιώτας ἀνακαλέσασθαι καὶ φείσασθαι αὐτῶν, δοῦναί τε ἐπὶ τοῖς πεπραγμένοις μετάνοιαν. καὶ ὁ Φῆλιξ ἐπείσθη. ̔Ο δὲ βασιλεὺς ̓Αγρίππας δίδωσι τὴν ἀρχιερωσύνην ̓Ισμαὴλ υἱῷ τοῦ Φαβεί. εσχον δὲ πρὸς ἀλλήλους στάσιν οι τε ἀρχιερεῖς καὶ ἱερεῖς σὺν τοῖς πρώτοις τῶν ̔Ιεροσολυμιτῶν, καὶ ἐκακολόγουν ἀλλήλους καὶ λίθοις εβαλλον, καὶ ὁ ἐπιπλήξων καὶ τὴν στάσιν κωλύσων οὐκ ην. ἐς τοσοῦτον δὲ οἱ ἀρχιερεῖς ἠναιδεύσαντο ὡς καὶ πέμπειν ἐπὶ τὰς αλωνας καὶ βίᾳ λαμβάνειν τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας, οθεν οἱ αποροι τῶν ἱερέων ὑπ' ἐνδείας ἀπέθνησκον. Πορκίου δὲ Φήστου ὑπὸ Νέρωνος σταλέντος διαδόχου τῷ Φήλικι, οἱ Καισαρεῖς ̓Ιουδαῖοι κατηγόρησαν τοῦ Φήλικος παρὰ Νέρωνι· καὶ τάχα αν ετισε δίκας τῶν εἰς αὐτοὺς ἀδικημάτων, εἰ μὴ Πάλλας ὁ ἀδελφὸς αὐτοῦ μέγα δυνάμενος παρὰ Νέρωνι τὴν αὐτοῦ ὀργὴν παρῃτήσατο. καὶ οἱ ἐν Καισαρείᾳ δὲ Σύροι Βήρυλλον τὸν Νέρωνος παιδαγωγὸν δεξιωσάμενοι χρήμασιν, ἐπιστολὴν κομίζονται Καίσαρος δι' αὐτοῦ τὴν ̓Ιουδαίαν ἰσοπολιτείαν τοῖς ἐν Καισαρείᾳ Σύροις ακυρον ἀποφαίνουσαν. ἐξ ης τὰ μετὰ ταῦτα κακὰ τῷ εθνει ἐφύησαν· διὰ ταύτην γὰρ τὴν ἐπιστολὴν ̓Ιουδαῖοι πρὸς τοὺς Σύρους μᾶλλον στάσεως ειχοντο, μέχρις αν ἀνήφθη ὁ πόλεμος. Φῆστος δὲ εἰς τὴν ̓Ιουδαίαν ἐλθὼν κακουμένην 2.48 ευρε ταύτην ὑπὸ λῃστῶν. καὶ οἱ σικάριοι γὰρ καλούμενοι, λῃσταὶ δὲ καὶ ουτοι ησαν, τότε μᾶλλον εἰς πλῆθος συνέστησαν, χρώμενοι ξιφιδίοις ἐπικαμπέσι καὶ ὁμοίοις ταῖς ὑπὸ ̔Ρωμαίων καλουμέναις σίκαις, ἀφ' ων καὶ σικάριοι ὠνομάσθησαν· οι κατὰ τὰς ἑορτὰς τῷ πλήθει ἀναμιγνύμενοι ους ἐβούλοντο ῥᾳδίως ἀπέσφαττον, καὶ τὰς κώμας δὲ διήρπαζόν τε καὶ ἐνεπίμπρασαν. πέμπει δὲ Φῆστος δύναμιν ἐπὶ τοὺς ἀπατηθέντας ὑπό τινος γόητος, σωτηρίαν ἐπαγγελλομένου τοῖς επεσθαι θέλουσι μέχρι τῆς ἐρημίας αὐτῷ· κἀκεῖνόν τε τὸν ἀπατεῶνα καὶ τοὺς ἀκολουθήσαντας οἱ πεμφθέντες διέφθειραν. ̔Ο μέντοι βασιλεὺς ̓Αγρίππας οικημά τι μέγα δομησάμενος ἐν τοῖς βασιλείοις, ἐκεῖθεν ἐθεᾶτο τὰ ἐν τῷ ἱερῷ ἐνεργούμενα. πρὸς τοῦτο δ' ἐχαλέπαινον οἱ τῆς πόλεως. τοῖχον ουν ἐγείρουσιν, ος οὐ τῆς βασιλικῆς οἰκίας μόνης τὴν αποψιν ὑπετέμνετο, ἀλλὰ καὶ τῆς πρὸς δύσιν στοᾶς, ενθα τὰς φυλακὰς οἱ ̔Ρωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν. ἐπὶ τούτοις ἠγανάκτησεν ὁ ̓Αγρίππας, καὶ πλέον ὁ Φῆστος, καὶ καθελεῖν τὸν τοῖχον ἐβούλετο. οἱ δὲ παρεκάλεσαν ἐνδοθῆναι αὐτοῖς δεηθῆναι τοῦ Καίσαρος. καὶ συγχωρήσαντος Φήστου, πέμπουσι δέκα ἐκ τῶν πρώτων πρὸς Νέρωνα καὶ ̓Ισμαὴλ τὸν ἀρχιερέα καὶ ̔Ελκίαν τὸν γαζοφύλακα. καὶ ὁ Νέρων τῇ γυναικὶ Ποππαίᾳ ὑπὲρ ̓Ιουδαίων ἀξιούσῃ χαριζόμενος ἐκέλευσεν ἐᾶν τὴν οἰκοδομήν. καὶ ἡ Ποππαία τοὺς μὲν αλλους ἀφῆκεν ἐπανελθεῖν, τὸν δὲ ̓Ισμαὴλ καὶ τὸν ̔Ελκίαν κατέσχε παρ' ἑαυτῇ ὁμηρεύσοντας. καὶ ὁ