178
δοχεῖον. epsilon.740 ̓Εν φερέτρῳ. ἐν φορείῳ, ἐν κλίνῃ νεκρῶν. ̓Ενώπια. εὐθέα, τὰ εμπροσθεν. ̓Ενώτιον. σχολαρίκιον. ἐνώτιον †χρυσοῦν† ἐν ῥινὶ ὑός. ̓Εν τέλει. ἐν ἀρχῇ. τοὺς ἐν τέλει τιμῶν. ̓Ενεργημάτων. ἀντὶ τοῦ χαρισμάτων. καὶ ὁ ̓Απόστολος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσί. τὸ διαιρέσεις οιον μερίδες. ̓Εν καταστήματι. ἐν περιβολαίῳ. ἐν καταστήματι ἱεροπρεπεῖς, *μὴ διαβόλως μὴ ων.* ( ̔Ρῆμα.) ̓Ενακμάζων. ἐνισχύων. ̓Εναπερείσασθαι. ἐμπῆξαι. ̓Εναπήρεισται. ἐντετίναχεν. ειρηται δὲ ἀπὸ τοῦ διατεινομένους ἐμπίπτειν. ̓Ενάπτοντεσ. ἐκδεσμοῦντες. ἠσφαλίζοντο δὲ τὰς σχεδίας τοῖς ἀπὸ τῆς γῆς ἐπιγείοις εἰς τὰ περὶ τὸ χεῖλος πεφυκότα τῶν δένδρων ἐνάπτοντες πρὸς τὸ συμμένειν. ̓Εναυλισθῆναι. οἰκισθῆναι. ̓Εναβρύνεται. ἐντρυφᾷ, ἐγκαυχᾶται. ̓Ενάγει. ἐφέλκεται, ἐμβιβάζει, προτρέπεται. ̓Εναύοντεσ. ἐνάπτοντες η ἱκετεύοντες. ἐναύοντες πρὸς τοῖς ναοῖς. ̓Εναύσασθαι. ἐξάψασθαι. epsilon.741 ̓Εναγίζειν. τὸ χοὰς φέρειν, η θύειν τοῖς κατοιχομένοις. ουτως ̔Ηρόδοτος. καὶ ἐναγίζω τὸ κατακαίω καὶ τὸ φονεύω. ἐναγίζουσιν ουν τῷ ξάνθῳ Μακεδόνα καὶ καθαρμὸν ποιοῦσιν. ̓Εναλόντεσ. ἐμπεσόντες. ̓Εναποματτόμενοι. ἐντυποῦντες. ̓Εναπομόρξεται. ἐναποψήσεται, ἀπομάξει. ουτως ̓Αριστοφάνης. ̓Εναπομόργνυνται. ἐναποτίθενται. ̓Εναφῆκαν. ἀντὶ τοῦ ἐνέβαλον. ἐναφῆκαν τῇ δρυῒ σφῆνας, ὡς διασταίη. ̓Ενάπτοντεσ. εἰσφερόμενοι. ̓Εναποψύχειν. παρ' ̔Ησιόδῳ τὸ ἀποφυσᾷν, τὸ ἀφοδεύειν. παρ' ̔Ομήρῳ τὸ λειποθυμεῖν. οιον· ειλεν ἀποψύχοντα πολύτλας δῖος ̓Οδυσσεύς. τὸ μὲν πρῶτον παρὰ τὸ ψύχω, τὸ δὲ δεύτερον παρὰ τὸ ψυχή. epsilon.742 ̓Εναίρειν. τὸ τὰ οπλα σκυλεύειν. η τὸ φονεύειν. παρὰ τὸν αρην, τὸν πόλεμον, γίνεται ἐναίρω· παρέπεται γὰρ αὐτῷ τὸ ἐνυάλιον. ̓Ενδεκάζοντασ. ἀντὶ τοῦ ἐνεορτάζοντας· ἐν τῷ αὐτῷ τὴν δεκάτην αγοντας. ουτως ∆ημοσθένης. ̓Ενδεῖν. χρῄζειν η καὶ τὸ δεσμεῖν. ̓Ενδιάει. ενεστι, διατρίβει. ̓Ενδιαιτώμενοι. ἐνδιατρίβοντες. ̓Ενδειξαμένῳ. ἀπολογησαμένῳ. καὶ ενδειξις ἡ ἀπολογία. ̓Ενδοῦναι. προδοῦναι, παραδοῦναι, η καὶ ειξαι. ̓Ενδούσ. ἀραιώσας. ̓Ενδώσειν. ὁρίσαι, προστάξαι. καιρὸν δὲ τῆς διαβάσεως καὶ τόπον αὐτὸς ἐνδώσειν εφη. ̓Ενδοιάζοντεσ. διστάζοντες. ἀμφιβάλλοντες. ̓Ενδέξασθαι. παραλαβεῖν. ἀκροάσασθαι. οὐδὲ φίλιον λόγον ἐνδέξασθαι παρὰ τῶν τὰ πολέμια εργα δρώντων. epsilon.743 ̓Ενδέχεσθαι. παραδέχεσθαι. πείθεσθαι. οὐκ ἐῶν τοὺς Βελισσαρίου λόγους ἐνδέχεσθαι. ̓Ενδείκνυμι. ἐνδεικνύναι ελεγον τὸ καταγγέλλειν τινὰ κακουργοῦντα περὶ τὰ κοινά. ̓Ενδείξασθαι. ἐπὶ τοῦ κατηγορῆσαι. ̓Ιώσηπος· πολλοὺς γὰρ διὰ τὰ οἰκεῖα μίση καὶ διαφορὰς ἰδίας ἐνδείξασθαι τοὺς ἀναιτίους. καὶ ἐνδεῖκται οἱ κατήγοροι, καὶ οἱ συκοφάνται. ̓Ενέβη. ἀντὶ τοῦ εἰσῆλθε. τῶν δὲ συνήθων τὶς αὐτῷ ἐνέβη, τῷ ποδὶ λακτίσας τὸν ταῦρον. ̓Ενέκρινον. τοῖς καλοῖς συνηρίθμησαν. ὡς ἀπέκρινον τὸ ἀπεδοκίμαζον. ̓Ενέκαψα. ἀντὶ τοῦ ἐξέπτυσα. κᾳτα βδελυχθεὶς ὀσφρόμενος ἐνέκαψα. ̓Ενένιπτεν. ἐκακολόγησεν. ̓Ενεώλκησαν. τὰς ναῦς ειλκυσαν. ̓Ενεώχμασε. νεωστὶ κατεσκεύασεν· ἐκαίνισεν· ἠλλοίωσεν· ἐκαινοποίησεν. ̓Ενέκειντο. ἐπιμόνως ἠσχολοῦντο. ̓Ενέβαλεν. ετυψεν. ὁ δὲ κρίνας τοῦτον ἀδικεῖν πληγὰς ἐνέβαλεν. epsilon.744 ̓Ενεθουσία. ἐπεμαίνετο. ̓Ενέπασσεν. ἐνέβαλλεν. ἐνεποίκιλλεν. ̓Ενέπεσεν. συνέβη. ἐγένετο. Ενεστιν. ἐνυπάρχει. ̓Ενέλιπεν. ὑστέρησεν. ̓Ενέφῃνεν. ἐνεδείξατο. ̓Ενεκότουν. ἐμνησικάκουν. ̓Ενεργεῖν. ἑτοίμως πράττειν. ̓Ενέχεεν. ἐνέβαλεν. ̓Ενέχεισ. ἀντὶ τοῦ ἐκίρνας. ̓Αριστοφάνης· εἰ Θάσιον ἐνέχεις, εἰκότως γε, νὴ ∆ία. ὡς τοῦ Θασίου οινου εὐόσμου οντος. ̓Ενεπάγησαν. ἐνεπήχθησαν. ἐνηλώθησαν. ̓Ενεχείρισαν. ἐνεπίστευσαν. ̓Ενεαρίζειν. κυρίως τὸ ἐν εαρι διάγειν. ̓Ενεπάγησαν. ἐνέπεσον. ̓Ενέγκατε. φέρετε. Ενεπε. λέγε. ̓Ενεπισκήψασθαι. ὁπότε δημευθείη τινὸς οὐσία, ἐξῆν προελθεῖν τῷ φάσκοντι γεγενῆσθαι δανειστῇ τοῦ ἀνδρὸς καὶ λέγειν, ὡς ὀφείλεται αὐτῷ ἐν τῇ οὐσίᾳ χρέος. epsilon.745 ̓Ενεπορπήθησαν. συνεβλήθησαν. ̓Ενεσκευασμένην. διεσκευασμένην καὶ πεπλασμένην. ουτως ̓Ισαῖος καὶ ∆ημοσθένης. ̓Ενέσκηψαν. ἐνώρμησαν· ἐνέπηξαν. ̓Ενεσκίμφθη. ἐνεπάγη. ̓Ενεστήσαντο. ἀντὶ τοῦ