ἀνακτόροις καὶ ἀνελθὼν εὑρίσκει μὲν νεκρὸν τὸν ἄνακτα Ῥωμανόν, τοῦ χρυσοτρικλίνου δὲ κοσμηθέντος ἐπὶ βήματος καθίσασα ἡ Ζωὴ ἐξάγει τὸν Μιχαήλ, καὶ τὸν πατριάρχην καταναγκάζει ἱερολογῆσαι τοῦτον αὐτῇ. ὁ δὲ τῷ λόγῳ ἐκθαμβηθεὶς ἵστατο ἐννεὸς καὶ πρὸς τὴν ἱερολογίαν ἐνεδοίαζεν. ἀλλ' ὁ Ἰωάννης σὺν τῇ Ζωῇ πεντήκοντα μὲν χρυσίου λίτρας τῷ πατριάρχῃ, πεντήκοντα δὲ τῷ κλήρῳ δοὺς ἔπεισεν ἱεροτελεστίας αὐτοὺς ἀξιῶσαι.
Mich4.t ΜΙΧΑΗΛ Ο ΠΑΦΛΑΓΩΝ Mich 4.1 Τὸν ῥηθέντα δὲ τρόπον ἀναιρεθεὶς Ῥωμανὸς ὁ βασιλεὺς θάπτεται ἐν τῇ
παρ' αὐτοῦ νεουργηθείσῃ τῆς περιβλέπτου μονῇ, κατ' αὐτὴν τὴν ἁγίαν μεγάλην παρασκευήν. Mich4.2 Ἡ Ζωὴ δὲ τὸν Μιχαὴλ ἐπὶ τὸν βασίλειον ἐνιδρύσασα θρόνον ᾠήθη μὲν ἀντὶ ἀνδρὸς καὶ βασιλέως δοῦλον καὶ διάκονον ἕξειν, καὶ ἤδη τοὺς πατρῴους εὐνούχους εἰσαγαγοῦσα εἰς τὰ ἀνάκτορα γενναιότερον ἥπτετο τῶν πραγμάτων. ἀλλ' ἀπέβη πάντα ταύτῃ εἰς τοὐναντίον λαμπρῶς. ὁ γὰρ τοῦ βασιλέως ἀδελφὸς Ἰωάννης, πρακτικὸς ἄνθρωπος ὢν καὶ δραστήριος, ἅμα τε ἐπέβη τῶν βασιλείων, καὶ δεδιὼς περὶ τἀδελφοῦ (ἑώρα γὰρ ὡς εἰς παράδειγμα τὸν Ῥωμανόν), μή τι καὶ πάθῃ δεινόν, τοὺς μὲν εὐνούχους τῆς βασιλίδος καταβιβάζει τοῦ παλατίου καὶ τὰς πιστικωτάτας τῶν θεραπαινίδων αὐτῇ ἀποσκευάζεται, γυναῖκας δὲ τῶν κατὰ γένος αὐτῷ προσηκόντων φρουροὺς ἐφίστησι τῇ βασιλίδι καὶ φύλακας. καὶ οὐδὲ μικρὸν ἢ μέγα ἦν, ὃ μὴ μετὰ γνώμης αὐτοῦ διεπράττετο. περιπάτων τε γὰρ ἐκωλύετο καὶ βαλανείων οὐ μετεῖχε, μὴ αὐτοῦ ἐπιτρέψαντος, καὶ ὅλως περιῄρητο αὐτῇ πᾶσα ψυχαγωγία. πάντα δὲ τὰ ἔνδον καταστησάμενος γράμματα κατὰ πάσης ἐκπέμπει τῆς οἰκουμένης, γνωρίζοντα τοῖς πᾶσιν, ὡς εἴη μὲν Ῥωμανὸς ὁ βασιλεὺς τὸ φυσικὸν ἀποδεδωκὼς χρέος, ἀνηγόρευται δὲ ὁ Μιχαὴλ ἔτι ζῶντος ἐκείνου καὶ ἐπιτρέποντος, καὶ τῇ βασιλίδι συζεύγνυται. πρὸς ἅπερ πάντες μὲν ὑπεκλίνοντο οἱ ἄλλοι, καὶ δι' εὐφήμου φωνῆς τὸν νέον ἐμεγάλυνον βασιλέα. μόνος δὲ Κωνσταντῖνος πατρίκιος ὁ ∆αλασσηνός, οἴκαδε διατρίβων, οὐκ ἤνεγκε πράως τὴν ἀκοήν, ἀλλὰ καὶ ἀπεδυσπέτησε πρὸς τὰ φημιζόμενα καὶ διὰ θαύματος ἦγε, πῶς πλείστων ἀγαθῶν ὄντων ἀνδρῶν ἐξ οἴκων λαμπρῶν καὶ ἐπισήμου γένους χυδαῖος καὶ τριωβολιμαῖος ἄνθρωπος τῶν ἄλλων προτετίμητο πάντων καὶ δεσπότης καὶ βασιλεὺς ἀνηγόρευτο. τοῦτο δὲ πυθόμενος ὁ Ἰωάννης ἐπλήσθη μέν, ὡς εἰκός, θορύβου καὶ ταραχῆς, ἐμελέτα δὲ καὶ ἐσκέπτετο, πῶς ἂν καὶ τόνδε τὸν ἄνδρα ὑπὸ τὴν ἑαυτοῦ θεῖτο σαγήνην. καὶ δὴ στέλλεται πρὸς αὐτὸν εἷς τῶν εὐνούχων ὁ λεγόμενος Ἐργοδότης, ἐπιτήδειος ὑπηρετεῖν εἰς τὰ τοιοῦτα, ἐφ' ᾧ ὅρκους δοῦναί τε καὶ λαβεῖν καὶ ἀγαγεῖν τὸν ἄνδρα ἐς βασιλέα. καὶ ὁ μὲν ἄπεισιν εἰς τὸν ∆αλασσηνόν, ὁ Ἰωάννης δὲ τήν τε σύγκλητον ὑπεποιεῖτο καὶ τὸ κοινὸν καὶ τὴν τῶν πολλῶν ἐπεσπᾶτο εὔνοιαν, βαθμοῖς μὲν τοὺς τῆς συγκλήτου προὔχοντας ἀξιωμάτων ὑψῶν, δωρεῶν δὲ διανομαῖς καὶ χάρισι μειλισσόμενος τὸ κοινόν, καὶ καθάπαξ οἰκειούμενος τὸ ὑπήκοον. ὅτι δὲ μὴ ἀρεστὰ τὰ γεγονότα ἦν τῷ θεῷ, διεδείχθη τρανῶς ἐκ προοιμίων αὐτῶν. κατὰ γὰρ τὴν ἑνδεκάτην ὥραν τῆς ἁγίας καὶ μεγάλης κυριακῆς χάλαζα κατηνέχθη ἀφόρητος καὶ ῥαγδαία, ὡς συντριβῆναι μὴ μόνον τὰ δένδρα κάρπιμά τε καὶ ἄκαρπα, ἀλλὰ δῆτα καὶ οἰκίας πεσεῖν καὶ ναοὺς καὶ τὰ λήϊα καὶ τὰς ἀμπέλους μέχρις ἐδάφους, ὡς ἐπισυμβῆναι κατὰ τοῦτον τὸν χρόνον παντοίων καρπῶν ἀφορίαν γενέσθαι. γέγονε δὲ καὶ χύσις ἀστέρος κατὰ τὴν κυριακὴν τὴν μετὰ τὸ πάσχα, περὶ ὥραν τρίτην τῆς νυκτός, τῇ μαρμαρυγῇ τῆς λαμπρότητος τοὺς ἀστέρας πάντας ἀποκαλύψαντος, ὡς καὶ δόκησιν παρασχεῖν τοῖς πολλοῖς ἡλίου ἀνατολῆς. ἐλήφθη δὲ καὶ ὁ βασιλεὺς δαιμονίῳ. ὃ σεμνολογοῦντες οἱ περὶ τοῦτον μανικὸν ἀπεκάλουν νόσημα, καὶ παρέμεινεν ἄχρι τέλους τῆς αὐτοῦ βιοτῆς, μηθ' ὑπὸ θείας δυνάμεως, μηθ' ὑπὸ ἰατρῶν θεραπείαν λαβών, ἀλλ' ἐλεεινῶς κατατεινόμενος καὶ