1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

178

καὶ φιλαργυρίαν, καὶ τὸν θυμὸν, καὶ τὰ λοιπὰ τῶν παθῶν. Αὕτη δὲ θεραπεύεται διὰ προσευχῆς, καὶ τῆς εἰς Θεὸν ἐλπίδος, καὶ μελέτης τῶν θείων λογίων.

ΤΙΤΛ. ςʹ. -Περὶ θανάτου, καὶ τῆς ἐν τῷ ᾅδῃ καταστάσεως.

«Ἐὰν ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐ μὴ ἀναβῇ ἔτι, οὐδὲ μὴ ἐπιγνῷ αὐτὸν ὁ τόπος αὐτοῦ.» «Γῆ σκοτεινὴ καὶ ζοφερὰ, γῆ σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν βροτῶν.» «Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου,» καὶ τὰ λοιπά. «Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με;» καὶ τὰ λοιπά. «Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου;» καὶ τὰ λοιπά. «Οὐ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες,» καὶ τὰ λοιπά. «Ὕψιστον τίς αἰνέσει ἐν ᾅδῃ; ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις.» «Οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ἐλεγμὸς ζωῆς. Ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτῷ, ἀνδρὶ ἀπερισπάστῳ, καὶ εὐοδουμένῳ ἐν πᾶσιν, καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν! Ὦ θάνατε, καλόν σου τὸ κρῖμά ἐστιν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύϊ, ἐσχάτῳ γήρᾳ, καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι, καὶ ἀπολωλεκότι ὑπομονήν.» «Ἅδης καὶ ἀπώλεια οὐκ ἐμπίπλανται.» Τὰ ἐν ᾅδῃ κακὰ οὐχὶ Θεὸν ἔχει τὸν αἴτιον, ἀλλ' ἡμᾶς αὐτούς. Ἅδης κοινὸν πανδοχεῖόν ἐστι, καὶ θρήνων ἐργαστήριον.

ΤΙΤΛ. Ζʹ. -Περὶ θανόντων· καὶ ὅτι οὐ δεῖ ἐπὶ τῷ προαπελθόντι πενθεῖν.

«Ἐπὶ νεκρῷ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν.» «Ἀλγῶ ἐπὶ σὲ, ἀδελφὲ Ἰωνάθαν· ὡραιώθης μοι σφόδρα. Ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν.» «Ἀνέστη ∆αβὶδ ἐκ τῆς γῆς, καὶ ἐλούσατο, καὶ ἠλείψατο, καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ προσεκύνησεν αὐτῷ. Καὶ ᾔτησεν ἄρτον φαγεῖν, καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγεν. Καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· Τί τὸ ῥῆμα τοῦτο ὃ ἐποίησας; ἔτι ζῶντος τοῦ παιδαρίου ἐνήστευες, καὶ ἔκλαιες, καὶ ἠγρύπνεις· καὶ 96.29 ἡνίκα ἀπέθανεν, ἀνέστης, καὶ ἔφαγες ἄρτον καὶ πέπωκας. Καὶ εἶπε ∆αβίδ· Ἐν τῷ τὸ παιδάριον ἔτι ζῇν ἐνήστευσα, καὶ ἔκλαυσα, ὅτι εἶπα, Τίς οἶδεν εἰ ἐλεήσει με Κύριος, καὶ ζήσεται τὸ παιδάριον; Καὶ νῦν τέθνηκεν, ἵνα τί τοῦτο ἐγὼ νηστεύσω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸν ἔτι; Ἐγὼ πορεύσομαι πρὸς αὐτὸν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με.» «Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν.» «Ἐκεῖ ἀναπαύσονται κατάκοποι τῷ σώματι, ὁμοθυμαδὸν οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου. Μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ.» «Ἐὰν ἀποθάνῃ ἄνθρωπος, ζήσεται, συντελέσας ἡμέρας βίου αὐτοῦ.» «Ἐλεύσῃ ἐν τάφῳ, ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος.» «Θάνατος ἀνδρὶ ἀνάπαυσις.» «Εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλθοι.» «Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ εἰς οἶκον πότου. Καρδία σοφῶν ἐν οἴκῳ πένθους· καρδία δὲ ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης.» «Ὅτι ἐπορεύθη ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ, καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι.» «Καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνὸς, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει, καὶ οὐδὲν λήψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ.» «Ἀγαθὴ ἡμέρα θανάτου ὑπὲρ ἡμέραν γεννήσεως αὐτοῦ.» «Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς. Ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευδεν ἐκ μέσου πονηρίας.» «Μὴ ὑστέρει ἀπὸ κλαιόντων, καὶ μετὰ πενθούντων πένθησον.» «Μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ· μνήσθητι ὅτι πάντες τελευτῶμεν.» «Μουσικὴ ἐν πένθει ἄκαιρος διήγησις. Ἐπὶ νεκρῷ κλαῦσον· ἐξέλιπε γὰρ φῶς. Πένθος νεκροῦ ἑπτὰ ἡμέρας.» «Τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα, καὶ ποίησον τὸ πένθος κατὰ τὴν τάξιν αὐτοῦ ἡμέραν μίαν, καὶ δύο χάριν διαβολῆς· καὶ παρακλήθητι λύπης ἕνεκα. Γνῶθι γὰρ ὅτι οὐκ ἔστιν ἐπάνοδος. Καὶ τοῦτον γὰρ οὐκ ὠφελήσεις, καὶ σεαυτὸν κακώσεις. Ἀπὸ γὰρ